Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.587
Not analysed yet
σκωπτικὰ τὰ τῆς παραβολῆς ἔθετο. ἐπεὶ γὰρ αἱ γέρανοι καὶ ἀγεληδὸν πέτονται καὶ μετὰ κλαγγῆς καὶ ποτὲ μὲν ὑψηλαί, ποτὲ δὲ πρόσγειοι, τῷ μὲν τῆς προσγείου πτήσεως ἀγελαστικῷ τὴν τῶν Ἑλλήνων εἴκασε φθάσας πορείαν, παρέλκον ἐκεῖ θεὶς ἐπὶ τῶν ὀρνίθων τὸ κλαγγηδόν, τὴν δὲ τῶν Τρώων ἄρτι κραυγὴν εἴκασε τῇ κλαγγῇ, αὔξων τὸν θροῦν τῇ παραβολῇ, ὡς οὐκ εὐκόσμως στελλομένων εἰς πόλεμον. (v. 3) Ἰστέον δὲ καί, ὅτι Ὁμήρου εἰπόντος τὰς γεράνους πέτεσθαι οὐρανόθι πρό φασιν οἱ παλαιοὶ οὐρανὸν ἐνταῦθα λέγεσθαι τὸν ὑπὸ τὰ νέφη τόπον, ὥστε τῷ λόγῳ τούτῳ τὰς τοῦ ὄρους Ὀλύμπου κορυφὰς καὶ ἄλλων τινῶν μὴ νεφελουμένας οὐ μόνον ἐπουρανίους εἶναι, ἀλλὰ καὶ ὑπερουρανίους, ὡς πρὸς τὸν τοιοῦτον οὐρανόν. [Ἰστέον δέ, ὅτι ἐν τῷ κλαγγή πλεονασμός ἐστι συνήθης τοῦ νῦ πρὸς ὄγκον φωνῆς, ὡς καὶ ἐπ' ἄλλων προδεδήλωται. φύσει μὲν γὰρ κλαγή, ὡς ἐρυγή, ἐπενθέσει δὲ τοῦ ν κλαγγή κατὰ τὸ κλάζω, ἔκλαξα, ἔκλαγξα.] Ἔτι ἰστέον καί, ὡς κρουστικὴ τῷ τόνῳ ἡ τῆς προθέσεως φωνὴ ἐν τῷ οὐρανόθι πρό. αἴτιον δέ, ὅτι οὐ κατασπᾷ βαρύνουσα συνέπεια. τὸ δ' ὅμοιον, ὡς καὶ ἀλλαχοῦ φανεῖται, καὶ ἐπὶ ἑτέρων γίνεται, οἷον «δράσω τε πρός» καὶ «μικρόν τι πρό» καὶ «Ἀρτέμιδι ξύν» καὶ «οὐδὲ κακῶν ἔξ». Σημείωσαι δὲ καί, ὅτι μὴ ἔχων ἐπὶ τῆς γεράνων φωνῆς λέξιν καιριωτέραν τῆς κλαγγῆς ἐνδιατρίβει τεχνικῶς αὐτῇ, ἐπιμείνας καὶ εἰς τρὶς τῇ λέξει χρησάμενος. δῆλον δέ, ὅτι φωνητικὴ ἡ γέρανος. τοιαῦτα γὰρ φύσει τὰ δειλότερα τῶν ζῴων φωνητικώτερα τῶν ἀνδρείων. ἔτι τε εὐαισθητότερον ἡ γέρανος ἔχει καὶ ῥᾷον τοῦ ψύχους ἀντιλαμβάνεται καὶ τὸν χειμῶνα φεύγουσα, ἤτοι τὴν χειμερινὴν κατάστασιν ἢ τὰ τῆς Θρᾴκης χειμέρια, εἴς τε ἄλλους τῶν θερμοτέρων τόπων ἐκδημεῖ καὶ εἰς Ὠκεανὸν δὲ πέτεται τὸν νότιον, περὶ ὃν μυθεύεται καὶ τοὺς Πυγμαίους εἶναι. κατὰ δὲ Ἀριστοτέλην εἰπεῖν, αἱ γέρανοι μεταβάλλουσιν ἐκ τῶν ἐσχάτων εἰς τὰ ἔσχατα, ἤγουν ἐκ τῶν Σκυθικῶν πεδίων εἰς τὰ ἕλη, ὅθεν ὁ Νεῖλος ῥέει. (v. 5) Τὸ δέ «ἐπ' Ὠκεανοῖο