Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.60.1
Not analysed yet
ἑτέρου ε. φησὶ γοῦν που Ὅμηρος «ἧς ἔλδεαι ἤματα πάντα». εἰ δὲ καὶ τρισυλλάβως ἐέλδω εὕρηται, εἴη ἂν καὶ ἐκεῖθεν τὸ ἐέλδωρ. προϋπάρχει δὲ αὐτῶν τὸ ἕλω. δῆλον γὰρ ὡς ἕλοιτ' ἄν τις τὸ ἐπιθυμητόν, ὥσπερ καὶ ἀνάπαλιν ἐπιθυμήσοι ἂν τοῦ αἱρετοῦ. εἰ δὲ δασύνεται μὲν τὸ ἑλεῖν καὶ ἑλέσθαι, ψιλοῦται δὲ τὸ ἔλδεσθαι, αἴτιον ἡ τοῦ δ ἐπένθεσις. καὶ τοιοῦτον μὲν τοῦτο. Τὸ δὲ τίσειαν εὐκτικὸν μέν ἐστιν Αἰολικόν· ἔπεσε δὲ καὶ εἰς χρῆσιν κοινήν. κανονίζεται δὲ καὶ αὐτὸ καὶ τὰ ὅμοια ῥήματα ἐκ πρώτων ἀορίστων ἐνεργητικῶν ληγόντων εἰς α ἐπεντεθείσης τῆς ει διφθόγγου πρὸ τοῦ α καὶ τῆς ἀρχούσης ἀποβληθείσης οἷον ἔλεξα λέξεια, ἔτυψα τύψεια, ἔγραψα γράψεια. οὕτω γοῦν καὶ ἔτισα τίσεια. εὔχεται δὲ τὰ τοιαῦτα ῥήματα κατὰ τοὺς παλαιοὺς σύντομον πράγματος ἄνυσιν καὶ τοῦτο μόνον διαφέρουσι τῶν κοινῶν εὐκτικῶν. οἷον τὸ μὲν τύψαις ἢ λέξαις ἢ γράψαις ἀόριστον ἔχει τὸν ἐπιθυμητὸν καιρὸν τοῦ εὐκταίου πράγματος, ὁ δὲ εἰπὼν τύψειας ἢ λέξειας ἢ γράψειας εὔχεται τάχιον ἀνυσθῆναι, ὃ εὔχεται· διό, φασίν, οὐ δεῖ λέγειν ἡμᾶς πρός τινα τὸ «ζήσειας εὐτυχῶς» ἤ τι τοιοῦτον, ἵνα μὴ δοκῶμεν εὔχεσθαι τάχιον αὐτὸν ἐλθεῖν εἰς τέλος τοῦ καλῶς ζῆν. τὸ δέ «τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσι» δοκεῖ μὲν ἀλόγως λεχθῆναι. διὰ τί γὰρ οἱ Δαναοί, οἳ ἐπευφήμησαν αἰδεῖσθαι αὐτόν, πείσονται κακὰ καὶ μὴ ὁ Ἀγαμέμνων; λύεται δὲ ὅτι Ἀγαμέμνονος μὲν θανόντος ὁ στρατὸς ἐλύετο καὶ ἡ Χρυσηῒς ἀπήγετο, αὐτῶν δὲ πιπτόντων καὶ τῆς αἰτίας ζητουμένης ἀπελάμβανε τὴν παῖδα. εἰ δὲ καὶ τῶν ὁμοεθνῶν Τρώων, ὡς δεδήλωται, οὐκ ἐφείσατο διὰ τὸ οἰκεῖον καλόν, πολλῷ πλέον τῶν Ἑλλήνων. ἔχει δὲ τὸ «τίσειαν» τριπλῆν ἔννοιαν ὡς πρὸς τὰ τρία τοῦ τίω σημαινόμενα· ἤγουν πρὸς τὸ τίω, τὸ τιμῶ, καὶ πρὸς τὸ τίω, τὸ ἀνταποδίδωμι, καὶ πρὸς τὸ τίω, τὸ τιμωρίαν δίδωμι, ἵνα λέγῃ ὁ γέρων ὅτι «τιμήσειαν οἱ Δαναοὶ τὰ ἐμὰ δάκρυα, κακωθέντες ὑπὸ σοῦ» ἤ «ἀνταποδοῖεν τὰ ἐμὰ δάκρυα καὶ ἀντικλαύσειαν»· ἢ [κατὰ νοῦν παθητικόν] «τιμωρίαν δοῖεν ἤγουν τιμωρηθεῖεν τοῖς σοῖς βέλεσι διὰ τὰ ἐμὰ δάκρυα» [καὶ ἀντιπτωτικῶς δὲ εἰπεῖν ἀντὶ τῶν ἐμῶν δακρύων.] καὶ ὅρα ὅτι καὶ ἐδάκρυσεν ἀποπεμφθεὶς ὁ γέρων, εἰ καὶ Ὅμηρος οὐκ ἐπεσημήνατο αὐτὸ ἀνωτέρω. καὶ σημείωσαι ὅτι πολλὰ τοιαῦτα εὑρήσεις παρὰ τῷ ποιητῇ τὰ λεγόμενα κατὰ τὸ σιωπώμενον, ὅπερ ἐστὶ σχῆμα λόγου καὶ αὐτό. ἐπειγόμενος γὰρ εἰς τὰ ἀναγκαῖα σιγᾷ τὰ μὴ πάνυ τοιαῦτα καὶ ἀφίησι τῷ ἀκροατῇ ἐπινοεῖν αὐτά. Ἰστέον δὲ ὅτι Δαναοὶ ἀπὸ Δαναοῦ οἱ Ἕλληνες, ἀδελφοῦ Αἰγύπτου. δίδυμοι δὲ οὗτοι παῖδες Βήλῳ τῷ Λιβύης, πολύπαιδες ἐκ διαφόρων γυναικῶν, Αἴγυπτος μὲν υἱοῖς πεντήκοντα, Δαναὸς δὲ θυγατράσι τοσαύταις. τούτων Δαναὸς μὲν θανάτῳ τοῦ πατρὸς ἦρξε Λιβύης, Αἴγυπτος δὲ Ἀραβίας. ἔνθα καὶ καταστρεψάμενος τὴν τῶν Μελαμπόδων, φασί, χώραν ἀφ' ἑαυτοῦ ὠνόμασεν Αἴγυπτον. ἐπεὶ δὲ χρησμὸς ὑπέπτησσε τὸν Δαναὸν ἐπὶ τοῖς τοῦ Αἰγύπτου παισί, φεύγει ἐκεῖθεν, πρῶτος ναῦν κατασκευάσας Ἀθηνᾶς