Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.593
Not analysed yet
ὡς οὐ πᾶν τόξον ἁπλῶς παλίντονόν ἐστιν, ἀλλὰ τὸ εἰς πλέον ὀπίσω τῇ ἀνέσει ῥαιβούμενον καὶ οἷον καμαρούμενον, ὁποῖα πολλὰ ἐν τοῖς ἐθνικοῖς τόξοις φαίνεται εἰσέτι καὶ νῦν. (v. 18) Δόρυ δὲ ἁπλῶς μὲν ξύλον, ὡς τὸ «οὐ γάρ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης», ἤγουν φυτὸν δέρμα ἔχον καὶ πεφυκὸς ἀποδέρεσθαι. τὸ δὲ στρατιωτικὸν δόρυ λέγεται μὲν καὶ αὐτὸ οὕτω διὰ τὸ ἐκδαρῆναι τοῦ φλοιοῦ, ἀπὸ μέρους δέ, τοῦ ξύλου δηλαδή, πολεμικὸν ὅπλον δηλοῖ. ὅτε δέ τις εἴπῃ «δόρυ κεκορυθμένον χαλκῷ», τηνικαῦτα μάλιστα ἐξ ὀρθοῦ τὸ πολεμιστήριον τεῦχος δηλοῖ. ὥσπερ γὰρ ἀνὴρ κεκορυθμένος ἤτοι κορυστής, ὁ κόρυν ἔχων περὶ τὴν κεφαλήν, οὕτω καὶ δόρυ πολεμικόν, τὸ ἔχον ἄνω οἷα κόρυν χαλκῆν, τὴν ἀπὸ σιδήρου ἐπιδορατίδα καταφράσσουσαν τὸ ξύλον ἀσφαλῶς, ὡς καὶ ἡ κόρυς τὸν μαχητήν, ἥτις καὶ αἰχμὴ κυρίως λέγεται. τροπὴ δὲ τοῦ σ εἰς θ ἐστιν ἐν τῷ κεκορυθμένος, ὥσπερ καὶ ἐν τῷ μηνιθμός καὶ ἐν ἄλλοις πολλοῖς. (v. 19) Δύω δὲ δοῦρε πάλλων Ἀλέξανδρος Ἀργείων προκαλίζετο πάντας ἀρίστους, ὡς ἢ τῇ φωνῇ προκαλούμενος καὶ κλάζων καὶ αὐτὸς ἢ τῷ βλέμματι μόνῳ καὶ τῷ σχήματι, ὃ καὶ κάλλιον. μετ' ὀλίγα γοῦν φησιν, ὅτι ἔφασαν Ἕλληνες πρόμον εἶναι αὐτόν, οὕνεκα καλὸν εἶδος αὐτῷ. οὕτω καὶ σίδηρος ἐφέλκεται ἄνδρας θυμουμένους, οὐ τῇ φωνῇ, ἀλλὰ βλεπόμενος. (v. 20) Προεκαλεῖτο δέ, φησίν, ὁ Πάρις τοὺς ἀρίστους μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι, τουτέστιν ἐν τῷ διὰ χειρῶν πολέμῳ, οὐ μὴν λόγοις, καθὰ μαχέσατο Ἀχιλλεὺς καὶ Ἀγαμέμνων εἵνεκα κούρης. (v. 18) Τὸ δέ «δύο δόρατα πάλλειν» καὶ ἀμφοτεροδέξιον τὸν Ἀλέξανδρον ὑποβάλλει νοεῖν, ὁποῖός που καὶ ὁ Ἀστεροπαῖος ἱστορηθήσεται. (v. 19) Τὸ δὲ προκαλίζετο ἐκ τοῦ προκαλῶ παρῆκται, ὡς καὶ ἀνωτέρω τὸ προμάχιζεν ἐκ τοῦ προμαχῶ. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα. (v. 20) Αἰνὴν δὲ δηϊοτῆτα λέγει οὐ μόνον πρὸς διαστολὴν τῆς, ὡς ἐρρέθη, ἐν λόγῳ μάχης, ἀλλὰ καὶ καθόλου, καθὰ καὶ κακὴν ἔριν φθάσας ἔφη τὴν μεταξὺ τῶν γεράνων καὶ τῶν Πυγμαίων. (v. 22) Τὸ δέ «μακρὰ βιβῶντα», ἤτοι βαίνοντα, ἔοικέ πως πρὸς τὸ διαβαίνειν, ὃ καὶ παρ' Ὁμήρῳ κεῖται ἐν τῷ «εὖ διαβάς», ἤγουν διαστήσας τὰ σκέλη, καὶ παρὰ τῷ Κωμικῷ ἐν τῷ «τοσόνδε δ' αὐτοῦ βῆμα διαβεβηκότος». (v. 23—26) Ὅτι ἐχάρη Μενέλαος ἰδὼν τὸν Πάριν «ὥστε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας», ὃ ἐφερμηνεύων ἐπάγει· «εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα πεινάων· μάλα γάρ τε κατεσθίει, εἴπερ ἂν αὐτὸν σεύωνται», ἤγουν διώκωσι, «ταχέες τε κύνες θαλεροί τ' αἰζῃοί». καὶ νῦν μὲν οὕτω χαίροντι λέοντι τὸν Μενέλαον εἰκάζει, ἀφανισθέντος δὲ Ἀλεξάνδρου φοιτᾶν φησι τὸν αὐτὸν Μενέλαον ἀν' ὅμιλον θηρὶ ἐοικότα, δηλαδὴ λέοντι ἄγραν ἀπολωλεκότι. (v. 23)