Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.594
Not analysed yet
Ἀμφιβολία δὲ ἐνταῦθα τοῖς παλαιοῖς. ἢ γὰρ ἐπὶ ἐμψύχου λαμβάνει τὸ σῶμα, καὶ ποῦ ἡ πολλὴ παρατήρησις, ἡ λέγουσα τὸ δέμας μὲν ἐπὶ ἐμψύχου τιθέναι τὸν Ὅμηρον, ἐπὶ ἀψύχου δὲ τὸ σῶμα; ἢ ἄλλως ἐπὶ ἀψύχου εἴληπται νῦν τὸ σῶμα. καὶ μὴν οὐ θέμις, ὡς λόγος, νεκροῦ σώματος ἅπτεσθαι λέοντα. καὶ τοιαύτη μὲν ἡ τοῦ διλημμάτου διχόνοια. οἱ δὲ παλαιοὶ τὸ σῶμα ἐπὶ ἀψύχου κἀνταῦθα λαμβάνοντες τὴν διαφωνίαν ἰῶνται διὰ τοῦ «πεινάων». παρανομεῖ γάρ, φασί, λέων πεινῶν καὶ νεκριμαίου ἀήθως ἅπτεται καὶ μάλιστα τετοξευμένου ὑπό τινων, ὡς ἐνταῦθα φαίνεται. λέοντα γὰρ ἔοικε λέγειν ἐντυχεῖν τετοξευμένῳ ζῴῳ καὶ διωκομένῳ. διὸ καὶ ἐπικύρσας ἔφη, ἤγουν συγκυρήσας, καὶ κατὰ συγκυρίαν ἤτοι κατὰ τύχην εὑρὼν οἷά τι δηλαδὴ ἕρμαιον. ἄλλοι δὲ σῶμά φασι λέγειν ὧδε, ὃ αὐτὸς νεκρὸν ὁ λέων εἰργάσατο. Ὥστε πάνυ θαυμασίως ὁ μὲν Ἀλέξανδρος πτοιαλέοις εἴκασται ζῴοις φεύγειν ἑτοίμοις καὶ τούτοις νεκροῖς, Μενέλαος δὲ λέοντι, καὶ αὐτῷ πεινῶντι. χαλεπὸς γάρ, φασί, λέων πεινῶν, ὅσον ἥμερος βεβρωκώς. μήποτε δὲ οὐ μόνον διὰ τὸ δειλὸν ἐλάφῳ τὸν Ἀλέξανδρον Ὅμηρος εἴκασεν, ἀλλὰ καὶ διὰ τὸ φιλῳδὸν τοῦ ἀνδρός. τοιαῦται γὰρ καὶ αἱ ἔλαφοι, εἴπερ ἀληθὴς ἡ τοῦ Ἀριστοτέλους ἱστορία. αἳ συριττόντων, φησί, καὶ ᾀδόντων θηρεύονται κατακηλούμεναι ὑφ' ἡδονῆς. ὅτι δὲ καὶ Ἀλέξανδρος φιλῳδός, δηλοῖ καὶ ἡ κιθάρα, ἣν αὐτῷ Ἕκτωρ ὀνειδίσει μετὰ μικρόν. καὶ ἄλλως δὲ ἐλάφῳ μὲν αὐτὸν εἰκάζει ὡς δειλόν, αἰγὶ δὲ ὡς ὀχευτικόν. τοιαῦτα γὰρ τὰ ζῷα. (v. 24) Ἰστέον δὲ καί, ὅτι ἀορίστως εἰπών «μεγάλῳ σώματι ἐπικύρσας» ἐφερμηνεύει αὐτὸ διὰ τοῦ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα. ἔστι δὲ κεραὸς ἔλαφος ὁ ἤδη τέλειος καὶ μηκέτι νεβρός. Τὸ δέ «ἄγριον αἶγα» ἔστι καὶ θηλυκῶς λαβεῖν τὴν ἄγριον ἢ καί, ὡς ἑξῆς φανήσεται, ἀρσενικῶς. Ἀττικὸς γὰρ ἀνὴρ τὸν αἶγα λέγει, ὥσπερ καὶ τὸν ἀηδόνα. (v. 26) Τὸ δέ «θαλεροὶ αἰζηοί» ἀντίκειται τῷ τοῦ Ἡσιόδου αἰζῃῷ. παρὰ γὰρ ἐκείνῳ τεσσαρακονταετὴς αἰζῃός τις εἴρηται, ἤτοι ἁπλῶς ἀνήρ, ὃς οὐκ ἂν εἴη οὕτω θαλερός. γίνεται δὲ αἰζῃός κατὰ τοὺς παλαιοὺς παρὰ τὸ αἰεὶ ζέειν, ὁ θερμὸς καὶ ὡς νεανίας ἀκμάζων τῇ ἡλικίᾳ, ἢ παρὰ τὸ α στερητικὸν καὶ τὸ ἵζειν, οἱονεὶ ὁ ἀεικίνητος καὶ μὴ εἰδὼς ἵζεσθαι, ὅ ἐστι καθῆσθαι καὶ ἀργεῖν. ὅθεν καὶ ἀκμαῖος ὁ αὐτός, ὁ ἀκάμας δηλαδή. καὶ νέος δὲ παρὰ τὸ νέω, ὁ εὐκίνητος.