Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.595
Not analysed yet
Ὅτι δὲ ἐπειράθησάν τινες προσγράφειν τὸ ι ἐν τῇ παραληγούσῃ τοῦ αἰζηός διὰ τὸ εὑρίσκεσθαι τετρασυλλάβως αἰζήϊος, καὶ ὅτι οὐκ ἀκριβῶς ἐδόξασαν ἐκεῖνοι διὰ τὸ χρῆναι εἶναι αἰζηός διὰ μόνου τοῦ η, ὁμοίως τῷ πηός καὶ τοῖς τοιούτοις, καὶ ὅτι ἀπορίας ἄξιον, πῶς μὴ ἐκ τοῦ αἰζήϊος συναιρέσεως γενομένης καὶ συνελεύσεως ὀξείας καὶ βαρείας προπεριεσπάσθη ὁ αἰζηός, ἐν τοῖς τοῦ Ἡρωδιανοῦ ἔστιν εὑρεῖν. (v. 27) Ἀγαθὴ δὲ λέξις τὸ «ἐχάρη». διὸ καὶ δὶς αὐτὴν ὁ ποιητὴς εἶπε λόγῳ ἐπιμονῆς. σημείωσαι δέ, ὅτι ἐχάρη μὲν εὕρηται ἰδοὺ παθητικῶς, ἐνεστὼς δὲ αὐτοῦ παθητικὸς οὐκ ἂν εὑρεθείη παρά γε τοῖς ἑλληνίζουσι [καὶ μηδὲ παίζειν προελομένοις, ὁποῖος εἴη ἂν ὁ ἴσως ἐρῶν «ἥδομαι καὶ χαίρομαι».] (v. 28) Ὅτι τὸ «ὀφθαλμοῖσιν ἰδών», Μενέλαος δηλαδὴ τὸν Πάριν, πρὸς διαστολὴν εἴρηται τοῦ ἄλλως κατὰ νοῦν καὶ φαντασίαν ἐκεῖνον τῷ Μενελάῳ βλέπεσθαι. τὸ δὲ ὀφθαλμοῖς ἰδεῖν καὶ νοῆσαι εἶπεν ἐν τῷ «ὡς οὖν ἐνόησεν», ἐπειδὴ νοῦς ὁρᾷ, ὥσπερ καὶ ἀκούει. (v. 30 s.) Ἰστέον δὲ καί, ὅτι τὸ «τὸν δ' ὡς οὖν ἐνόησεν ὁ δεῖνα ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ» ἐπὶ παντὸς ἂν λέγοιτο ὑπεξισταμένου διὰ φόβον τῷ κρείττονι. (v. 29) Ὅτι τὸ ἆλτο, καθὰ καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται, κατὰ μὲν τὸν καόνα τῶν ῥημάτων δασύνεσθαι ὤφειλεν, ὃς τὰ πνεύματα τῆς ἀρχούσης τοῦ ἐνεστῶτος καὶ ἐν τοῖς ἐφεξῆς χρόνοις φυλάσσει, διὰ δὲ τὴν ἐπιφορὰν τοῦ τ ψιλοῦται κατὰ κανόνα ἕτερον τὸν ἐκεῖ ῥηθέντα. καὶ τὸ μὲν ἆλτο ἐκ τοῦ α ἀρχόμενον διὰ τὸν ῥηθέντα λόγον ψιλοῦται κατὰ τοὺς παλαιοὺς ἐκ τοῦ ἧλτο μεταβληθέν. αὐτὸ δὲ τὸ ἧλτο οὐκ ἂν ἔχοι λόγον μὴ δασύνεσθαι, εἰ μὴ ἄρα τις Αἰολεὺς ἢ καὶ Ἴων καινοτομήσει καὶ αὐτὸ ψιλωτικοὶ ὄντες. Ὅτι τὰ ἀπὸ ὀνομάτων εἰς ζε λήγοντα ἐπιρρήματα τρίτην ἀπὸ τέλους ἔχουσι τὴν ὀξεῖαν, ἔραζε, Ἀθήναζε, θύραζε. τὸ δὲ χαμᾶζε ὡς ἀπὸ ἐπιρρήματος τοῦ χαμαί οὔτε συστέλλει τὸ α, ὥς φασιν οἱ παλαιοί, κατ' ἐκεῖνα, καὶ πρὸ μιᾶς δὲ ἔχει τόνον περισπώμενον, ὡς ἀπὸ τοῦ χαμαί φύσει μακροκαταλήκτου γενόμενον. φασὶ δὲ καὶ μέταζε εἶναι χρονικὸν ἐπίρρημα ἀπὸ τῆς μετα προθέσεως. Ἰστέον δέ, ὅτι ἐν τῷ Ἀθήναζε, Θήβαζε, χαμᾶζε καὶ τοῖς ὁμοίοις ἡ τελευταία συλλαβὴ τροπὴν ἔπαθε τοῦ δ εἰς ζ κατὰ συγγένειαν, ὥς που προγέγραπται. ὡς γὰρ οἴκαδε, οὕτως ἔοικε καὶ Ἀθήναδε εἶναι καὶ Θήβαδε καὶ χαμᾶδε, ἡ δὲ τροπὴ τὸ δ εἰς ζ μετήγαγεν. (v. 32) Ὅτι τὸ «ἂψ δ' εἰς ἔθνος ἑτάρων ἐχάζετο» μικρὸν ὑποκαταβὰς παραφράζει ἐν τῷ «αὖθις» ἤ «αὖτις καθ'