Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.596
Not analysed yet
ὅμιλον ἔδυ Τρώων ἀγερώχων», ἵνα τὸ μὲν ἄψ ταὐτὸν εἴη τῷ αὖτις, ἤγουν ὀπίσω, τὸ δὲ ἑτάρων ταὐτὸν τῷ Τρώων. μυριαχοῦ δὲ καὶ ἐν Ἰλιάδι καὶ ἐν Ὀδυσσείᾳ δὲ τὰ ἑαυτοῦ φιλοτιμεῖται παραφράζειν ὁ ποιητής, ὡς καὶ κατωτέρω εἰπών «παλίνορσος ἀπέστη», παρακατιὼν λέγει· «ἂψ δ' ἀνεχώρησε». ταὐτὸν γὰρ εἰπεῖν «ἀπέστη παλίνορσος» καὶ «ἂψ ἀνεχώρησεν», ὥσπερ καὶ τὸ παλίνορσος καὶ ἄψορρος. οὕτω δὲ καὶ τὸ προμάχιζε παραφράζων, ἔτι δὲ καὶ περιφράζων, ἔφη· «προκαλίζετο πάντας ἀρίστους ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι». τὸ δ' αὐτὸ καὶ ἔρχεσθαι προπάροιθεν ὁμίλου εἶπε μετ' ὀλίγα, εἶτα καὶ ἐν προμάχοις φανῆναι καὶ πρόμον εἶναι. (v. 33—7) Ὅτι τό, ὡς εἴρηται, θρασύδειλον ὑπογράφων καὶ εἰσέτι τοῦ Ἀλεξάνδρου παραβολικῶς δι' ἐνάργειαν ὁ ποιητὴς ἀνδρὶ αὐτὸν εἰκάζει, ὃς ἐν βήσσαις ὄρους βαδίζων τέως μὲν ὁδῷ πρόεισιν, αἴφνης δέ πως δράκοντα ἰδὼν ἀναχωρεῖ. φησὶ γοῦν· «ὡς δ' ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃσιν, ὑπό τε τρόμος ἔλλαβε γυῖα· ἂψ δ' ἀνεχώρησεν ὦχρός τέ μιν εἷλε παρειάς» καὶ ἑξῆς. ταῦτα δὲ καὶ ἐπὶ παντὸς δειλιῶντος ῥηθείη ἂν, ὅτε ὁ φόβος τινὰ εἰς τοιαύτην περιαγάγοι κατάστασιν. καλῶς δὲ ὁ ποιητὴς οὐ πεδιάδα παρέλαβεν ἐν τῇ παραβολῇ, ἀλλὰ βήσσας ὄρους. ἐν μὲν γὰρ πεδίῳ πόρρωθεν ἰδών τις δράκοντα οὐκ ἂν τόσον πάθοι φόβον, ἐν δὲ βήσσαις πάνυ ἂν πτοηθείη πρὸς αὐτῷ τῷ δράκοντι γεγονώς. οὐ γὰρ μακρόθεν ἔστι προϊδεῖν αὐτὸν ἐν ταῖς βήσσαις. (v. 33) Ἰστέον δέ, ὅτι ὁ μὲν δράκων ἐκ τοῦ δέρκω, τὸ βλέπω, οὗ δεύτερος ἀόριστος ἔδαρκον, γίνεται, κατὰ μετάθεσιν τοῦ ρ, οἷα σμερδαλέος καὶ τῇ ὄψει καταπληκτικός. Τὸ δὲ παλίνορσος, ὡς προγέγραπται, ταὐτόν ἐστι τῷ ἄψορρος. ὀρούω μὲν γὰρ τὸ ὁρμῶ, πάλιν δὲ καὶ ἂψ τὸ ὀπίσω. (v. 35) Τὸ δέ «ὦχρός τέ μιν εἷλε παρειάς» ταὐτόν ἐστι κατὰ σχῆμα τῷ «περὶ γὰρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα τε καὶ φλοιόν». καὶ εἴρηται ἱκανῶς ἐκεῖ περὶ τοῦ τοιούτου σχήματος. Ἀρίσταρχος δέ, φασίν, ἀντὶ τοῦ «ὦχρός τέ μιν εἷλε παρειάς» γράφει παρειά οὐδετέρως καὶ ὀξυτόνως, λέγων καὶ κανόνα τοιοῦτον· τὰ ἀπὸ ὀξυτόνου θηλυκοῦ μεταποιούμενα εἰς οὐδέτερα τοῦ αὐτοῦ σημαινομένου μένοντος τὸν αὐτὸν φυλάσσει τόνον, οἷον πλευραί πλευρά, πυραί πυρά. οὕτως οὖν, φησί, καὶ παρειαί παρειά, κατὰ μεταπλασμόν. οὐκ ἀντίκειται τὸ νευραί καὶ νεῦρα, διάφορα γὰρ αἱ τοιαῦται λέξεις σημαίνουσι. βαρύνεται δὲ ὁ ὦχρος ἢ εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ—τὸ γὰρ ἐπίθετον ὠχρός ἐστιν ὀξυτόνως—