Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.597
Not analysed yet
ἢ ὡς ὑπερτεθὲν καὶ συναιρεθὲν ἐκ τοῦ ἄχροος, ἢ διότι τὰ εἰς ος δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ω μὴ προσκειμένου τοῦ ι βαρύνεται· ὦρος, ὦμος, ὦνος. τὸ ᾠδός ὀξύνεται, διότι τὸ ι προσγράφεται εἰς τὴν ἄρχουσαν. ὅτι δὲ καὶ εἶδός τι ὀσπρίου ὁ ὦχρος, δηλοῦσιν οἱ παλαιοί. (v. 36) Ὅτι ἀγερώχους λέγει τοὺς Τρῶας, ὃ ταὐτόν ἐστι τῷ ὑπερηφάνους καὶ ἀξιοῦντας ἄγαν γέρας ἔχειν, ἵνα εἴη ἀγεράοχος καὶ ἐν συναιρέσει ἀγέρωχος προπαροξυτόνως διὰ τὴν σύνθεσιν. φησὶ γοῦν· «καθ' ὅμιλον ἔδυ Τρώων ἀγερώχων δείσας Ἀλέξανδρος θεοειδής». [(v. 37) Ὅτι δὲ ὁ θεοειδὴς καὶ θεουδής λέγεται κράσει μὲν τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον, ἐξωθήσει δὲ τοῦ ι, ἐκφανεῖ που Ὅμηρος. ὁ δὲ γράψας ἐν στοιχειακῇ τάξει λέξεων λέγεσθαι θεαιδέστατον διὰ τῆς αι διφθόγγου προπαραληγούσης τὸν θεοῦ ἰδέαν ἔχοντα, καὶ παραθεὶς χρῆσιν Ἀντιφῶντος τὸ «ἄνθρωπος, ὅς φησι πάντων θηρίων θεαιδέστατος γενέσθαι» καινὸν μέν τι γράφει, πιστεύεται δὲ ὡς λόγου πολλοῦ ἄξιος.] (v. 38—51) Ὅτι σκοπὸν ἐνταῦθα θέμενος Ὅμηρος καὶ σκῶψαί τι τὸν οὐκ ἀγαθὸν Ἀλέξανδρον αὐτὸς μὲν οὐ ποιεῖ αὐτόθεν τοῦτο ἀγαθολογεῖν εἰωθώς, ὡς προείρηται, καὶ μὴ θέλων σιλλογραφεῖν καὶ ἅμα, ἵνα μὴ καὶ ὡς φιλέλλην αὐτόθεν ὑποπτεύηται, Ἕκτορι δὲ τῷ γνησίῳ ἀδελφῷ τὰ τῆς ὕβρεως ἀνατίθησιν, ὃς καὶ εἶχε παρρησιάζεσθαι κατὰ τοῦ Πάριδος. φησὶν οὖν· «τὸν δ' Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι· Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά» καὶ τὰ ἑξῆς. Ἰστέον δέ, ὅτι πολὺ τὸ γοργὸν καὶ σφοδρὸν ἐνταῦθα λαλοῦντι τῷ Ἕκτορι καὶ τῷ ὄντι ἔμψυχος αὐτῷ ἡ ὁμιλία πᾶσα κατὰ ἐνδιάθετον σφοδρότητα. πάνυ τε γάρ ἐστι πολυσχήμων καὶ συχνά, τὰ πολλὰ δὲ καὶ κατὰ κόμμα, μεταβαίνει ἀπὸ νοήματος ἄλλου εἰς ἄλλο, διά τε ὀργὴν καί, ὅτι οὐδὲ ἔχει καιρὸν ἀποτάδην λαλεῖν. (v. 40—2) Καὶ ἔξεστιν αὐτὰ ἐκ τῶν τοῦ ποιητοῦ ἀναλέγεσθαι, ἐν οἷς δύσπαριν αὐτὸν καλέσας καὶ τὰ ἑξῆς, ὡς εἴρηται, εἶτα καὶ ἐπαρᾶται εἰπών· «Αἴθ' ὄφελες ἄγονός τ' ἔμεναι ἄγαμός τ' ἀπολέσθαι», ἤγουν ἔδει μὴ γενέσθαι σε ὅλως, ἐπεὶ δὲ ἐγεννήθης, ὤφελες μὴ εἰς γάμον ἐλάσαι. ἵνα δὲ μὴ δόξῃ ἀνεύλογα τὰ τῆς ἀρᾶς, ἐπάγει «καί κε τὸ βουλοίμην καί κεν πολὺ κέρδιον ἦν». οὐ γάρ, φησίν, ἁπλῶς διά τι μῖσος ἤθελον τοῦτο, ἀλλὰ πολὺ κέρδιον ἦεν «ἤπερ οὕτω λώβην τ' ἔμεναι καὶ ὑπόψιον ἄλλων». (v. 50 s.) Προϊὼν δὲ κομματικῶς ἑρμηνεύσει αὐτὸς τὰ τῆς τοιαύτης λώβης, ἐν οἷς ἐρεῖ «πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ, δυσμενέεσσι μὲν χάρμα, κατηφείην δέ σοι αὐτῷ». (v. 43—9) οἷς ἐπιφέρει στοχαστικῶς καὶ τὸ «ἦ που καγχαλόωσι καρηκομόωντες Ἀχαιοὶ φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν εἶδος ἔπι», ἤγουν ἔπεστί σοι, «ἀλλ' οὐκ ἔστι βίη φρεσὶν