Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.598
Not analysed yet
οὐδέ τις ἀλκή». εἶτα καὶ ἐρωτᾷ ἐλεγκτικῶς οὕτω· «ἦ», τουτέστι ἆρα, «τοιόσδε ἐὼν πόντον ἐπιπλώσας», ἤγουν ἐπιπλεύσας, «ἑτάρους ἐρίηρας ἀγείρας, μιχθεὶς ἀλλοδαποῖσι γυναῖκα εὐειδέα ἀνῆγες ἐξ ἀπίης γαίης, νυὸν ἀνδρῶν αἰχμητάων, πατρί τε σῷ μέγα πῆμα» καὶ ἑξῆς, ὡς ἀνωτέρω κεῖται. ἐπὶ δὲ τούτοις καὶ συγκρίνων τὸν ἀδελφὸν τῷ Μενελάῳ γοργῶς, διόπερ οὐδὲ ὡρισμένον τινὰ ἔπαινον ἐκφωνεῖ, λέγει κατὰ δευτέραν συντομωτέραν ἐρώτησιν· (v. 52) «οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;» (v. 53—5) κἀνταῦθα στήσας τὴν ἐρώτησιν διὰ τὴν ἐκ θυμοῦ ἐγκοπὴν ἐπάγει ἐλλειπτικῶς διὰ τὴν αὐτὴν αἰτίαν τάδε· «γνοίης κεν, οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν». λέγει δὲ καί, ὡς «οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρ' Ἀφροδίτης ἥ τε κόμη τό τε εἶδος, ὅτε ἐν κονίῃσι μιγείης» (v. 56 s.) Καὶ ἐπὶ πᾶσιν ἐκ τῆς τῶν Τρώων ἐπιεικείας μεγεθύνων τὸ κακὸν τοῦ Πάριδος καὶ ἅμα καταδημαγωγῶν τοὺς ἀκροατὰς πολίτας φησίν· «ἀλλὰ μάλα Τρῶες δειδήμονες», ἤτοι εὐλαβεῖς τὸ ἦθος, «ἦ τέ κεν ἤδη λάϊνον ἕσσο χιτῶνα», ἤγουν λίθινον ἂν ἐνεδέδυσο ἱμάτιον, λίθοις δηλονότι χωσθείς, «κακῶν ἕνεκα», φησίν, «ὅσα ἔοργας». πάνυ οὖν αὐστηρὸς ὁ λόγος ἐνταῦθα τῷ Ἕκτορι ὕβρεις ἔχων κατὰ τοῦ ἀδελφοῦ, ἀράς, ἐλέγχους, καταφοράς. (v. 51) Τὸ δέ «δυσμενέεσσι μὲν χάρμα» ἀποδεικνύει βαρὺ εἶναι τὸ ἐφ' ᾧ χαίρουσιν οἱ ἐχθροί. τοῦτο δὲ δηλοῦται καὶ ἐν τῷ «ἦ που καγχαλόωσιν οἱ Ἕλληνες», ὡς προερρέθη, καὶ ἐν τῷ «ἦ κεν γηθήσαι Πρίαμος», ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται. (v. 57) Ἰστέον δέ, ὅτι συμβολικῶς καὶ ὡς ἐν αἰνίγματι εἶπε τὸ «λάϊνον ἕσσο χιτῶνα». τὸν γὰρ λιθασθέντα ὥσπερ τι ἱμάτιον ἀμπέχει ὁ τῶν λίθων σωρός. μήποτε δὲ ἄρα ἐντεῦθεν ἔλαβεν ἀφορμὴν ἀστείου λόγου καὶ ὁ εἰπὼν τὸ τεῖχος ἱμάτιον πόλεως, καὶ τὸ «ἠέρα δὲ ἕσσασθαι», ἤτοι ἐνδύσασθαι, τὸ Ἡσιόδειον, ἅπερ ὁμοιότητά τινα ἔχει πρὸς τοῦτο τὸ Ὁμηρικόν, καὶ τὸ ταφῆναι δέ τινα γῆν ἂν ἐνδύσασθαι εἴποι τις. οὕτω καὶ ὕδωρ ἀμφιέσασθαι τὸ γενέσθαι ὅλον ἐντὸς αὐτοῦ. ὁμοίως καὶ ὕδατα περιβαλέσθαι ποταμοῦ καὶ φῶς ἀναβαλέσθαι ἱματίου δίκην καὶ ἄλλα δὲ ὅμοια. Ἰστέον δέ, ὅτι ῥηθήσεταί ποτε ἀστείως λάϊνον χιτῶνα φορεῖν καὶ ὁ τὰ περιμάργαρα φορῶν καὶ λίθοις τιμίοις κατάπαστος. (v. 56) Ὅρα δὲ καί, ὡς ἐν τῷ «Τρῶες δειδήμονες» Ὅμηρος νοήματα μετεποίησεν οἰκεῖα φθάσαντα ῥηθῆναι. τὸ γὰρ οὐτιδανοῖς ἀνάσσειν τὸν Ἀτρείδην καὶ τὸ μεθήμονα καὶ ἄχολον εἶναι τὸν Ἀχιλλέα καὶ τὸ δειδήμονας εἶναι τοὺς Τρῶας