Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.599
Not analysed yet
μιᾶς ἐννοίας συγκροτοῦσιν ὁμοιότητα. εἰ μὴ γὰρ οὐτιδανοὶ οἱ Ἀχαιοὶ καὶ εἰ μὴ μεθήμων ὁ Ἀχιλλεὺς καὶ εἰ μὴ δειδήμονες οἱ Τρῶες, οὐκ ἂν τάδε τινὰ κακὰ ἐγένοντο. Ὅρα δὲ καί, ὡς τοὺς μὲν Ἕλληνας, εἰ λειποτακτήσαιεν, θανάτῳ ἐτιμῶντο οἱ βασιλεῖς, Ἕκτωρ δὲ τὸν ἀδελφὸν Ἀλέξανδρον λιπόντα τὴν τάξιν σκώμμασι μόνοις ἀναγκαίως ἐδικαίωσεν. (v. 38) Ἰστέον δέ, ὅτι αἰσχρὰ ἔπη συνήθως οἱ ὀνειδιστικοί, ὅ ἐστι ψεκτικοὶ λόγοι, ὥσπερ ἀνάπαλιν καλὰ ἔπη καὶ ὡς εἰπεῖν εὐειδῆ τὰ ἐγκωμιαστικά. (v. 39) Τὸ δέ «Δύσπαρι, εἶδος ἄριστε», ὅπερ Εὐριπίδης αἰνόπαρίν φησιν, ὡς καὶ τὴν Ἑλένην δυσελένην διὰ τοῦ ἐξαγγέλου Φρυγός, ἀφορμὴν ἐνδέδωκε τῷ Ἀλκμᾶνι μίξαντι ἀμφότερα εἰπεῖν «δύσπαρις, αἰνόπαρις, κακὸν Ἑλλάδι βωτιανείρῃ». [ὅθεν ἀρχῆς ἐνδοθείσης καὶ αἰνελένην ἕτερός τις ἔφη ἀντὶ τοῦ αἰνὴν Ἑλένην.] Καὶ σημείωσαι, ὅτι σύνηθες τοῖς παθαινομένοις καὶ κατὰ κυρίων ὀνομάτων χωρεῖν, κἂν μὴ εἶεν δυσώνυμα. τί γὰρ χρήσιμον εἰς ψόγον ἄλλως τὸ Δύσπαρις, εἰ μὴ ὅτι ἐπὶ κακῷ καὶ ἐγεννήθη καὶ ἐκλήθη Πάρις. οὕτω καὶ Ἑλένη τὴν Ἴλιον Κακοΐλιον καλεῖ, οὐχ' ὅτι δύσφημον ἢ δυσοιώνιστον τοὔνομα, ἀλλ' ὅτι, φησίν, ἐμοὶ οὐκ ὀνομαστέα. ἀφελεῖς δὲ καὶ γλυκεῖαι καὶ σώφρονες αἱ τοιαῦται ὕβρεις καὶ οὐ πάνυ πικραί. ὁποῖον καὶ τὸ «ἡ Σιδηρώ». γυνὴ δὲ αὕτη θρασεῖα τὸ οἰκεῖον ὄνομα φορεῖ. ἔχει δέ τι καὶ ἀντιθετικὸν τὸ Δύσπαρι μετὰ τοῦ εἶδος ἄριστε. μονονουχὶ γάρ φησιν, ὡς ἄλλως μὲν κακέ, καλὲ δὲ ἰδεῖν, οἷα καὶ θεοειδὴς ὤν. τὸ δέ «εἶδος ἄριστε» ὑφ' ἕν τινες ἀναγινώσκουσι μετὰ τοῦ γυναιμανές, ἵνα λέγῃ, ὅτι εἶδος ἄριστε ἐπὶ ἔρωτι καὶ ἀπάτῃ γυναικῶν. διὸ καὶ ἐπάγει τὸ «ἠπεροπευτά», ὅ ἐστιν ἀπατεών, ὅπερ κατὰ τοὺς παλαιοὺς γίνεται ἐκ τοῦ ἥμερος καὶ τοῦ ὄψ ὀπός, ἡ φωνή, ἵνα ᾖ ἠπεροπευτὴς οἱονεὶ ἡμεροπευτής, ὁ διὰ ἡμέρου ὀπὸς ὑπαγόμενός τινα [αἱμυλώτερον, ὃ καὶ τὴν μαστροπὸν παράγει Δωρικώτερον. δῆλον γάρ, ὅτι γυνὴ μαστροπὸς πλεονασμῷ τοῦ ἐν μέσῳ σίγμα ἡ ματέρος ὄπα σοφιζομένη ἐν τῷ αἱμύλα κωτίλλειν καθ' Ἡσίοδον, ἵνα ᾖ τὸ ἐντελὲς ματεροπός, ὅθεν μαστροπός, ἡ καὶ ματρύλλα δι' αὐτό, ἀφ' οὗ καὶ ματρυλλεῖον τὸ πορνεῖον.] Ὁ δὲ γυναιμανής ἢ ἐκ τοῦ γυναικομανής συγκέκοπται ἢ ἐκ τοῦ γυνομανής γίνεται