Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.600
Not analysed yet
ὁμοίως τῷ μεσαιπόλιος, περὶ οὗ ἐν τοῖς ἐφεξῆς που δηλωθήσεται. Δῆλον δέ, ὅτι ὁ ἄκρατος ἔρως μανίᾳ ἔοικε. διὸ τὸν τοῦτο πάσχοντα γυναιμανῆ λέγει ὁμοίως τῷ ἱππομανής, χρυσομανής, ὧν πρὸς ὁμοιότητα καὶ ἡ ἐρωμανία εἴρηται. [Δῆλον δ' ὅτι ταὐτὸν γυναιμανῆ τινα καὶ θηλυδρίαν καὶ λάγνον καὶ γύννιν προσειπεῖν. καθολικώτερον δὲ τὸ γυναιμανής τοῦ παρθενοπίπης, ὃς ἐν ἄλλοις κεῖται, ὡς καὶ τοῦ πυρροπίπης ὁ παιδοφίλης, οἳ σκώπτονται σφοδρότερον, καθὰ καὶ ὑπὸ Πριάμου οἱ τῶν ἀρνῶν καὶ τῶν ἐρίφων ἁρπακτῆρες. εἴη δ' ἂν ὅμοιος τοῖς οὕτω σκωπτομένοις, ἔνθα εὔξατο ἔχειν τι παιδὸς ἐφολκὸν καὶ Καλλίμαχος. γυνὴ δὲ ἀνδράσιν ἐπιμαινομένη ἄλλως μὲν δριμέως φίλανδρος ἐκλήθη σεμνότερον, ἡ δὲ κωμῳδία τὴν τοιαύτην ἀνδρεράστριαν σκώπτει. ὡς δὲ οὐκ ἔστι τὸν γυναιμανῆ ἀπὸ τῆς γύναι κλητικῆς συντεθεῖσθαι, ὅ τινες ᾠήθησαν, καὶ ἐπὶ τοῦ Βακχέβακχος καὶ Ἀργεϊφόντης καὶ τῶν ὁμοίων ὁ Χοιροβοσκὸς δείκνυσι πρὸς ἀκρίβειαν.] (v. 40) Τὸ δέ «ὄφελες ἄγονός τε εἶναι καὶ ἄγαμος ἀπολέσθαι» οἰκεῖον μὲν ἐπιφώνημα ἀνθρώπῳ φαύλῳ καὶ ἐπὶ κακῷ κοινῷ καὶ γεννηθέντι καὶ γεγαμηκότι. εὐχὴ δέ ἐστιν ἀδυνάτως ἔχουσα τελεσθῆναι, ὁποῖα πολλὰ εὔχονται οἱ ὀργιζόμενοι. πῶς γὰρ οἷόν τε τὰ ἤδη γενόμενα μὴ γενέσθαι; οὕτω καὶ ἐν τοῖς ἑξῆς ἡ Ἑλένη θανεῖν ὀφείλειν εἶπεν, ὅτε ἡρπάγη, λέγουσα «ὡς ὄφελε θάνατός μοι ἀδεῖν» καὶ τὰ ἑξῆς. ταὐτὸν δὲ εἰπεῖν κοινῶς ὤφειλες καὶ Ἰωνικῶς ὄφελες. [Ἐκτείνεται δὲ ἡ λήγουσα τοῦ ὄφελες λόγῳ κοινῆς συλλαβῆς πρὸς θεραπείαν τῆς τοῦ στίχου λαγαρότητος, ὥσπερ καὶ ἐν τοῖς ἑξῆς τὸ ὁμηγερέες ἐν τῷ «πάντες ὁμηγηρέες» μακρὰν ἔχει κατάληξιν.] Ἄγονος δὲ κοινότερον μὲν ὁ μὴ γεννῶν, νῦν δὲ ἄλλως ὁ μὴ γεννηθείς. [ὁ δέ γε μὴ γεννῶν ἄσπερμος ἂν Ὁμηρικῶς ῥηθείη κατὰ τὸ «ἄσπερμος γενεή».] Τὸ δὲ ἔμεναι νῦν μὲν ἁπλοῦν ἔχει τὸ μ καὶ μετ' ὀλίγα ἐν τῷ «λώβην τ' ἔμεναι», κατωτέρω δὲ διπλάζει αὐτὸ ἐν τῷ «πρόμον ἔμμεναι» καὶ ἔστι πλείων ἡ χρῆσις αὕτη πανταχοῦ. Ἰστέον δὲ καί, ὅτι λέγεται Διονύσιον τὸν σκυτοβραχίονα ἱστορεῖν Δάρδανον παῖδα Ἑλένης καὶ Παρίδος, ὅς, φασί, καὶ προφέρει μετὰ τὸ «ἄγαμός τ' ἀπολέσθαι» στίχον τοῦτον· «μηδέ τι γούνασιν οἷσιν ἐφέσσασθαι φίλον υἱόν, Δάρδανον», ὡς εἶναι ἴσως οὕτως εὔλογον νοηθῆναι τὸ «ἄγονός τε εἶναι ἄγαμός