Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.61
Not analysed yet
ὑποθήκῃ κληθεῖσαν πεντηκόντορον κατὰ τὸν ἀριθμὸν τῶν αὐτοῦ θυγατέρων, ἃς καὶ ἐνθέμενος τῇ νηῒ ἔφυγε καὶ εἰς Ἄργος ἐλθὼν βασιλεύει· καὶ ἀπ' αὐτοῦ οἱ Ἕλληνες Δαναοί. οἷα δὲ ὕστερον ἔπαθεν ὁ Αἴγυπτος, ἐλθὼν καὶ αὐτὸς εἰς Ἄργος, καὶ ὡς αἱ Δαναΐδες πᾶσαι πάντας τοὺς ἐκείνου κατέσφαξαν ἀφυλάκτως ὡς ἐν γάμῳ νυμφίους συσχοῦσαι δίχα μιᾶς ἢ δύο τινῶν, αἱ ἱστορίαι δηλοῦσιν. Ἰστέον δὲ ὅτι οὐχ' ἁπλῶς οὕτω Δαναὸς ἐλθὼν κατέσχε τοῦ Ἄργους ἀπόνως ὑποχωρήσαντος αὐτῷ τοῦ τότε κρατοῦντος Ἑλλάνορος, ἀλλὰ διότι μετῆν αὐτῷ τοῦ Ἄργους ἀνέκαθεν διὰ τὴν τοῦ Ἰνάχου θυγατέρα Ἰώ, ἧς «πέμπτη γέννα πεντηκοντόπαις» κατὰ τὸν Αἰσχύλον ἦν ὁ Δαναός, καθὰ καὶ ὁ Αἴγυπτος. [Δάκρυα δὲ γίνεται παρὰ τὸ δάκνω. δακνομένης γὰρ οἷον ψυχῆς πρόεισι δάκρυον· (v. 43) Ὅτι ὥσπερ χρηστὸν εἰς φράσιν καὶ τὸ ἀπεῖπε καὶ τὸ ἀπείπατο, οὕτω καὶ τὸ ἔφη καὶ τὸ ἔφατο, καθὰ καὶ τὸ φάς καὶ φάμενος. ὅθεν καὶ τοῖς Πυθαγορείοις ἐπεχωρίαζεν ἐπὶ τῶν διδασκαλικῶν ἀποφάσεων τὸ «αὐτὸς ἔφατο». Ὅτι Φοῖβος Ἀπόλλων ἢ ὡς οἷον φαόβιος, ἐπεὶ καὶ ἀργυρότοξος, ἢ καὶ παρωνύμως ἀπὸ τῆς μάμμης Φοίβης ἢ καὶ παρὰ τὴν φόβην, τὴν τρίχα, ὡς ἀκειρεκόμης. ἐξ αὐτοῦ δὲ ἐρρέθη τραγικῶς κατ' ἀλληγορίαν τὸ «ἡλίου φοίβῃ φλογί».] Ὅτι τοὺς ποιητικοὺς δαίμονας καὶ θεοὺς τὰ μὲν ἄλλα σεμνύνει ἡ ποίησις, αἰὲν ἐόντας ἀποκαλοῦσα καὶ αἰειγενέτας καὶ ἀφθίτους καὶ ἀθανάτους καὶ πάντα δυναμένους δίχα τοῦ τὴν εἱμαρμένην ἀναλύειν καὶ μηδὲ ὁρωμένους, εἰ μὴ ἄρα ἐν μεταμορφώσει διὰ ἐνάργειαν, τὰ δ' ἄλλα σωματώδεις αὐτοὺς πλάττει καὶ ἀνθρωποπαθεῖς, εἴγε καὶ τιτρώσκονται, ὡς Ἀφροδίτη καὶ Ἄρης καὶ Ἅιδης, καὶ κεραυνῷ βληθέντες οὐδὲ εἰς δεκάτους ἐνιαυτοὺς τὰ ἕλκη θεραπεύονται, βάλλονται δὲ καὶ ὑπὸ ἔρωτος Ἀθηνᾶς δίχα καὶ Ἀρτέμιδος· αὐταὶ γὰρ παρθένοι πλάττονται· καὶ δέος πάσχουσιν, ὡς οἱ δείσαντες ὑπὸ τῷ Βριάρεῳ, καὶ τρόμον ἐπὶ τῷ δέει, ὡς ἡ Ἀφροδίτη, καὶ φθονοῦσιν, ὡς ἡ Καλυψὼ αὐτοὺς αἰτιωμένη λέγει, καὶ ἐσθίουσι καὶ πίνουσι καὶ ὑπνοῦσι καὶ ὅλως πάντα πάσχουσιν ὅσαπερ ἄνθρωποι. οὕτω γοῦν καὶ ἐνταῦθα ὁ Ἀπόλλων ἥλιος ὑπακούει τῷ ἱερεῖ Χρύσῃ προκαλουμένῳ αὐτὸν εἰς ἄμυναν καὶ ἀναλαμβάνει θυμὸν καὶ ποιεῖ κακὰ εἰς τοὺς Ἕλληνας. τοῦτο δὲ οὕτω πλάττει ὁ ποιητὴς ἢ διότι ἐμψύχους οἱ ἀρχαῖοι σοφοὶ τοὺς ἀστέρας ἐνόμιζον καὶ μεγάλα ἐνεργεῖν δυναμένους καὶ