Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.601
Not analysed yet
τ' ἀπολέσθαι» κατὰ σχῆμα ὑστερολογίας ἤτοι πρωθύστερον, ἀντὶ τοῦ μήτε εἰς γάμον ἐλθεῖν μήτε παῖδα ἐκεῖθεν σχεῖν τόν, ὡς ἐρρέθη, Δάρδανον. (v. 41) Τὸ δέ «καὶ βουλοίμην καὶ κέρδιον ἂν ἦν» πρὸς διαστολὴν κεῖται τῶν βουλομένων μέν τι, μὴ κερδαλέον δέ. (v. 42) Ὁ δὲ ὑπόψιος ἢ τὸν ἐπονείδιστον δηλοῖ καὶ ὕποπτον, ὅν τινες ὑποβλέπονται ὑπόδρα ὁρῶντες διὰ τὸ μῖσος, ἢ τὸν τοὺς ἄλλους ὑποβλεπόμενον διὰ δειλίαν. τινὲς δὲ γράφουσιν ἐπόψιον, τὸν ἐν ὄψεσι πάντων ἀσχημόνως φυγόντα. κυρίως μέντοι ἐπόψιον ἐπὶ τόπου λέγεται ὑψηλοῦ. (v. 44) Τὸ δέ «φάντες» φίλη λέξις τοῖς ποιηταῖς. τὸ μέντοι φάμενοι καὶ κοινόν ἐστιν Ἀττικῶς. [ταύτης τῆς ἀκολουθίας καὶ τὸ ἔφη καὶ ἔφατο καὶ τὸ φῆ καὶ φάτο.] (v. 45) Ἰστέον δὲ καί, ὅτι ἐπὶ εὐειδοῦς ἄφρονος καλὸν εἰπεῖν τὸ «καλὸν εἶδος, ἀλλ' οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή». βίαν δὲ φρενῶν τὴν φρόνησιν λέγει. ὅτε μέντοι συνθέτως ἐκ φρενῶν καὶ ἀλκῆς ὁ ἀλκίφρων ῥηθείη, τότε συντομίας λόγῳ ἡ λέξις τὸν καὶ ἀνδρεῖον καὶ φρόνιμον ὑποδηλοῖ. ἐνταῦθα δὲ σημειωτέον καί, ὅτι πᾶν σωματικὸν πλεονέκτημα δίχα ψυχικῆς ἀρετῆς ἀχρεῖόν ἐστι. τί οὖν ὄφελος Ἀλεξάνδρῳ, εἴπερ εἶδος ἄριστος ὢν καὶ καλὸν εἶδος ἔχων καὶ κόμην—Ἀφροδίτης δὴ ταῦτα δῶρα διὰ τὸ ἐν αὐτοῖς ἐπαφρόδιτον—ἀχρεῖος τἆλλά ἐστιν, οὔτε βίην ἔχων φρεσὶν οὔτε ἀλκήν; Βελλεροφόντῃ μέντοι, κατ' ἄμφω καλῷ ὄντι, οὐκ Ἀφροδίτη ἀλλὰ θεοὶ κάλλος καὶ ἠνορέην ἔδωκαν, ὡς ἐρεῖ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς. (v. 54) Καὶ κίθαρις δέ, ἡ μὲν τοῦ Πάριδος μωμητή, ἡ δὲ τοῦ Ἀχιλλέως ἐπαινετὴ ἀείδουσα κλέα ἀνδρῶν, ὡς καὶ ἡ Ὁμήρου ποίησις. καὶ αὐτὴ γὰρ ἀνδρῶν ἀείδει κλέα. κίθαρις δὲ γίνεται μὲν παρὰ τὸ κινεῖν ἢ κεύθειν ἔρωτας κατὰ τοὺς παλαιούς. Κυθερείας γὰρ ὑπόκειται εἶναι δῶρον ὡς ἀφροδίσιον, παρωνόμασται δὲ ἐκ τοῦ κιθάρα, καὶ ἔστιν ἴσως Αἰολικόν. διὸ καὶ προπαροξύνεται κατὰ τὸ ἑορτή ἔροτις. τοιοῦτόν τι καὶ τὸ αὐλή αὖλις, ἔτι δὲ καὶ τὸ χαρά χάρις. [Ὅτι δὲ τὸ σπουδαίως κιθαρίζειν ἐφιλεῖτο τοῖς παλαιοῖς, δηλοῦσι μυρίοι καὶ τῶν μεθ' Ὅμηρον, μαρτυρεῖ δὲ καὶ ἡ κωμικὴ ποίησις, ἔτι δὲ καὶ ἡ τραγική, ἐν ᾗ προλάμπων Σοφοκλῆς περιᾴδεται οὐ μόνον δεινὸς εἶναι σφαιρίσαι, ὡς ἡ κατ' αὐτὸν ἐδήλωσε δραματικὴ Ναυσικάα, καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δηλοῦται, ἀλλὰ καὶ κιθαρίζειν ἄκρος, οὕτω δὲ καὶ ὀρχεῖσθαι καὶ