Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.607
Not analysed yet
Ἀφροδίτης ἱερὸν καὶ τιμή. Θεόκριτος δὲ μεταλαβὼν τὸ νόημα χρυσῷ παίζουσαν Ἀφροδίτην φησί. [(v. 65) Τὸ δὲ ἀπόβλητον λέγοιτ' ἂν καὶ ἔκβλητον κατὰ τὸ «νέκυες κοπρίων ἐκβλητότεροι». ἔκβλητον δέ γε καὶ τὸ θαλάσσης ἔκβρασμα παρ' Εὐριπίδῃ· καὶ βρέφος δὲ ἔκβλητον τὸ ἔκθετον, ὡς ἔξω που καὶ αὐτὸ βαλλόμενον.] (v. 60 et 63) Ἔτι ἰστέον καί, ὅτι τὸ «αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρής» καὶ τὸ «αἰεί τοι ἐν στήθεσσιν ἀτάρβητος», ἤτοι ἄφοβος, «νόος ἐστί» πρὸς ἀνδρεῖον καὶ ὑπομενετικὸν ἄνδρα ῥηθήσεται, πρὸς ὁποῖον δή τινά φησιν αὐτὰ καὶ Ἀλέξανδρος, οἷα, ὡς ἐφάνη, ὀνειδισθεὶς εἰς μαλακότητα καὶ διὰ τοῦτο κολακεύων καὶ μονονουχὶ λέγων, ὅτι οὐδεὶς ὅμοιός σοι οὐδ' ἔστι τινὰ συγκριθῆναί σοι. οὐ γὰρ κατ' ἄνθρωπον καὶ σοὶ ἡ καρδία, ἀλλὰ πελέκει ἀεὶ ἔοικεν ἀτειρεῖ καὶ τμητικῷ. διὸ οἱ μὲν ἄλλοι ταρβοῦμεν καὶ φεύγομέν ποτε, σοὶ δὲ ἀτάρβητος ὁ νοῦς. σώφρων οὖν ὁ Ἀλέξανδρος, εἴγε τὴν προρρηθεῖσαν εἰς αὐτὸν ὕβριν ἐπαίνοις ἀμείβεται. δέδιε γὰρ τὸν Ἕκτορα τραχυνόμενον, ἐπεὶ παρ' ἐκείνῳ ἦν λῦσαι τὸν πόλεμον εἴτε καὶ μή. καὶ αὐτὸς ἦν Τρώων πρόμαχος. δῆλον δέ, ὡς μαλακτικὸν ὁ ἔπαινος. διὸ καὶ Ἕκτωρ ἐπαινεθεὶς ἱλαρύνεται καὶ ὁ νῦν θάνατον τῷ ἀδελφῷ ἐπαρώμενος ὅμως ἡττώμενον οὐ προδίδωσιν, ἀλλὰ φιλάδελφος δείκνυται. Ἰστέον δέ, ὅτι καὶ ἐν τοῖς ἑξῆς που κεῖταί τις κολακεία ὁμοία τῇ κατὰ τὸν Πάριν, ἔνθα ὁ Διομήδης ἐν τῷ ἀφυλάκτως ὑπνοῦν σκωφθεὶς ὑπὸ Νέστορος ὕπεισιν ἐκεῖνον κολακευτικῶς, ἀμήχανον προσειπὼν καὶ πόνου οὔποτε λήγειν εἰδότα. Ἔτι ἰστέον καί, ὅτι τὸ «οὔ τοι ἀπόβλητά ἐστι θεοῦ ἐρικυδέα δῶρα, ὅσα κεν αὐτὸς δῷ» καὶ ἑξῆς, ὡς ἀνωτέρω κεῖται, χρήσιμόν ἐστι τῷ ὀνειδιζομένῳ ἐπὶ θεοσδότῳ τινὶ ἀγαθῷ, ὥσπερ καὶ ἐνταῦθα Ἀλέξανδρος μέμφεται τὸν Ἕκτορα ὀνειδίζοντα τοῦτον ἐπὶ δώροις, οἷς θεὸς δέδωκεν. (v. 68—70) Ὅτι ἐν τῷ «ἄλλους μὲν κάθισον Ἀχαιούς τε Τρῶάς τε, αὐτὰρ ἔμ' ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον συμβάλετ' ἀμφ' Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι» τὸ μέν «κάθισον» μεταβατικὸν κεῖται ῥῆμα κατὰ τὸ πλούτισον καὶ σωφρόνισον ἄλλον. ἔστι δὲ ὅτε καὶ ἀμετάβατόν ἐστιν, ὡς καὶ προδεδήλωται, οἷον καθίζω ἀντὶ τοῦ καθέζομαι. τὸ δέ «ἐν μέσῳ» τὸ στενὸν δηλοῖ τὸ μεταξὺ τῶν δύο στρατευμάτων. καὶ ἐπιμένει τῇ τοιαύτῃ λέξει ὁ ποιητὴς διὰ τὸ μὴ ἔχειν ὄνομα καιριώτερον. τοῦτο δὲ οἱ μεθ' Ὅμηρον μεταίχμιόν φασιν, οἱονεὶ μεσαίχμιόν τι ὄν, Ἀττικῇ τροπῇ τοῦ σ εἰς τ, ὡς καὶ μεσόριον, μεθόριον. ἀπ' αὐτοῦ δὲ καταχρηστικῶς μεταίχμιον καὶ τὸ ἁπλῶς μεταξὺ δύο τινῶν, ὡς εἴ τις εἴποι ἐν μεταιχμίῳ δύο φροντίδων εἶναι. τὸ δὲ τοιοῦτον στενόν, ἤτοι μεταίχμιον,