Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.608
Not analysed yet
καὶ οὕτω φράζει ὁ ποιητής· «ὀλίγη δ' ἦν ἀμφὶς ἄρουρα». Βαρβαρικὸν δὲ εἶναί φασιν οἱ παλαιοὶ τὸ μονομαχεῖν, ὅπερ Ὅμηρος περιφράζων οἴους μάχεσθαί φησιν. [(v. 69) Ἀρηΐφιλον δὲ τὸν Μενέλαον ὁ Πάρις φησὶν ἢ κατειρωνευόμενος Ἕκτορος οὕτω καλέσαντος τὸν Μενέλαον ἢ καὶ καταθέμενος ἀληθευτικῶς τοιοῦτον ἐκεῖνον εἶναι.] (v. 70) Συμβαλεῖν δὲ μάχεσθαι λέγει τὸ συνάψαι εἰς πόλεμον, ἐξ οὗ καὶ ἡ πολεμικὴ συμβολή. ὅτι δὲ καὶ ἐπὶ ὑδάτων ἡ λέξις τοῦ συμβάλλειν τίθεται, φανήσεταί που ἐν τοῖς ἑξῆς. ἐνταῦθα δὲ σημείωσαι καί, ὅτι τὴν ἀμφί πρόθεσιν δοτικῇ συνέταξεν εἰπών· «ἀμφ' Ἑλένῃ καὶ κτήμασιν», ὡς εἴπερ εἶπεν ἐπὶ τῇ Ἑλένῃ καὶ τοῖς κτήμασιν, ἢ ἀντιπτωτικῶς περὶ Ἑλένης καὶ κτημάτων. Ἰστέον δὲ καί, ὅτι πολεμήσουσιν Ἀλέξανδρος καὶ Μενέλαος, ἵνα ὁ μὲν λάβῃ, ἃ ἀφῄρηται, καὶ κρατήσῃ τῶν ἰδίων, Ἀλέξανδρος δὲ κτήσηται ἐν ἀσφαλείᾳ, ἃ μὴ ἀσφαλῶς ἔχει. καταπλήττει δὲ τὸ τοῦ πράγματος ξένον τοὺς Ἕλληνας καὶ ἀκὴν γίνονται σιγῇ, ὡς μετ' ὀλίγα ἐρεῖ ὁ ποιητής. ὅμοιον γὰρ κατὰ τοὺς παλαιούς, ὡς εἴ τις μοιχείας διωκόμενος προκαλεῖται τὸν ἄνδρα εἰς μάχην ὡς μετὰ τοῦ γυναίου καὶ τὴν ψυχὴν προσαφαιρησόμενος. διὸ καὶ Ἕκτωρ μετ' ὀλίγα φησί· «κέκλυτε μῦθον», οὐχ' ἁπλῶς, «ἀλλὰ Ἀλεξάνδρου». οἶδε γὰρ ὡς οὐ δίκαια ἐρεῖ. διὸ οὐχ' ἑαυτοῦ, ἀλλὰ τοῦ Ἀλεξάνδρου λόγον λέγειν φησί. (v. 71—5) Ὅτι τὴν τοῦ Πάριδος ἀρέσκειαν οὕτω φράζει ὁ ποιητὴς τὴν περί τε αὐτοῦ καὶ τοῦ Μενελάου· «ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, κτήμαθ' ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ' ἀγέσθω, οἱ δ' ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες ναίοιτε Τροίην» καὶ τὰ ἑξῆς. καὶ τοίνυν καὶ ὁ Ἕκτωρ μετ' ὀλίγα οὕτω λαλεῖ ἐν μεταιχμίῳ τοὺς λόγους τοῦ ἀδελφοῦ, στήσας αὐτοὺς εἰς τὸ «ὅρκια πιστὰ τάμωμεν», οἷα περιττὰ λογισάμενος τὰ καθεξῆς. ὁ μέντοι βασιλεὺς Ἀγαμέμνων ἐν τοῖς μετὰ ταῦτα ἐκφωνήσει τι καὶ περὶ τιμῆς, ἤγουν ποινῆς, ἐν τῷ τῶν ὅρκων καιρῷ. (v. 71) Ὅρα δὲ καὶ ἐν τούτοις τὸ κρείσσων ἀντὶ τοῦ ἐπικρατέστερος συντελοῦν εἰς τὸ «κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται» καὶ ἑξῆς. περίφρασις δὲ τοῦ νικήσῃ τὸ «κρείσσων τε γένηται». [Κτήματα δὲ πάντα λέγει τὰ τῇ Ἑλένῃ συναρπαγέντα ἐξ Ἑλλάδος. εἰ δὲ μὴ ἐθέλει καὶ οἴκοθεν ἄλλ' ἐπιδοῦναι, γλισχρότητος ὁ ἀνὴρ ἁλίσκεται.] (v. 73) Τὸ δὲ ὅρκιον οὐχ' ὑποκοριστικὸν ἀλλὰ παράγωγον ὡς τὸ ἴχνιον. Τὸ δέ «φιλότητα καὶ ὅρκια ταμεῖν» ἀντὶ τοῦ φιλίαν καὶ ὅρκους ποιῆσαι διὰ ἐντόμων ἤγουν θυσιῶν. καὶ οὐκ ἐθέλει ὁ ποιητὴς ἄλλως τοῦτο φράζειν. διὸ καὶ ἀλλαχοῦ λέγει «ὄφρα ὅρκια τάμνῃ αὐτός» καὶ «ὅρκια τάμωμεν» καὶ «ὅρκια ἔταμον». Ἴωνες δὲ οὕτω λαλοῦσι. διὸ καὶ Ἡρόδοτος, ὡς προδεδήλωται, συχνὰ οὕτω λέγει. (v. 74) Ἰστέον δέ, ὅτι ἐριβώλακα μὲν τὴν Τροίαν, ἱππόβοτον δὲ τὸ Ἄργος, ὅ ἐστι