Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.609
Not analysed yet
τὴν Πελοπόννησον, καλλιγύναικα δὲ τὴν Ἀχαιΐδα καλεῖ ὁ παρ' Ὁμήρῳ Ἀλέξανδρος, παρὰ δὲ Ἡσιόδῳ ἔστι καὶ τὴν Τροίαν εὑρεῖν καλλιγύναικα. [Εἴη δὲ ἂν πάντως ἡ ἐριβῶλαξ καὶ εὔπωλος, ὅπερ ἐστὶ καλλιβῶλαξ, διὰ τὸ εὐβωλοστρόφητον. τοῦτο δὲ καὶ λιπαρὰν σημαίνει γῆν καὶ εἴκουσαν ἀρότρῳ ἐν τῷ πωλεῖσθαι.] (v. 75) Φησὶ δὲ Ἑλλάνικος παῖδας τρεῖς Φορωνέως γενέσθαι, οἳ τοῦ πατρὸς θανόντος διενείμαντο τὴν Ἀργείαν. καὶ ἡ μὲν πρὸς Ἐρασίνῳ τῷ ποταμῷ Πελασγῷ ἔλαχε τῷ καὶ τὴν ἐκεῖ Λάρισσαν κτίσαντι, Ἰάσῳ δὲ τὰ πρὸς Ἦλιν, Ἀγήνωρ δὲ ἀναλωθείσης τῆς γῆς τὴν πατρικὴν εἴληφεν ἵππον, ὅθεν ἐν ταὐτῷ χρόνῳ ὠνομάσθη τὸ Ἄργος τριχῶς, Ἴασον, ὡς καὶ ἡ Ὀδύσσεια δηλοῖ, Πελασγικὸν καὶ ἱππόβοτον. τινὲς δὲ μετὰ θάνατον τῶν δύο ἀδελφῶν ἐπιστρατεῦσαί φασι τὸν Ἀγήνορα πολλὴν ἐπαγόμενον ἵππον, ἀφ' ἧς κληθῆναι τὸ Ἄργος ἱππόβοτον. τισὶ δὲ τῶν παλαιῶν ἀρέσκει Ἄργος ἱππόβοτον ἐνταῦθα τὴν Θεσσαλίαν νοεῖν, Ἀχαιΐδα δὲ πᾶσαν τὴν τῶν Ἑλλήνων χώραν. Σημείωσαι δ' ἐν τούτοις καί, ὡς ἐνεργόν τι καὶ δραστικὸν ὁ λόγος, καθὰ ἐν μυρίοις φαίνεται. ὁ γοῦν τοῦ Ἕκτορος λόγος οὕτως ἤνυσε παρὰ Ἀλεξάνδρῳ, ὥστε ὁ δειλὸς καί, ὡς ἄν τις εἴπῃ, τρεσᾶς μένει τὸν Μενέλαον κατὰ τὴν παραίνεσιν καὶ μονομαχῆσαι θέλει πρὸς αὐτὸν, ὃν πρὸ τοῦ λόγου ἔφευγε. τοιαῦτα ὁ λόγος δύναται. τοιοῦτον ἡ ἱστορία καὶ τὸν Τυρταῖον οἶδε ῥήτορα, οἷον ἐρεθίζειν προθύμως ἀποκινδυνεύειν εἰς πόλεμον, καὶ ὁ ἐντυχὼν ἔπεσιν ἐκείνου εἴσεται, ὅπως ἐνθουσιᾷ τῷ εἰς μάχην ἐγερτικῷ. (v. 76) Ὅτι οὐχ' ἁπλῶς ἀλλὰ μέγα χαίρει ὁ Ἕκτωρ ἐπὶ τῇ τοῦ ἀδελφοῦ μονομαχίᾳ· «Ἕκτωρ γὰρ ἐχάρη», φησί, «μέγα μῦθον ἀκούσας». αἴτιον δέ, ὅτι ἢ νικᾷ τὸν Μενέλαον ὁ Πάρις ἢ πίπτει καὶ ἀμφοτέρως πέρας ἔσχε τὰ τοῦ πολέμου. καὶ ἄλλως δέ, εἰ μὲν νικήσει Ἀλέξανδρος, σεμνὸν τὸ πρᾶγμα. εἰ δὲ πέσῃ, ἀκλεοῦς ὁ Ἕκτωρ ἀπαλλάττεται ἀδελφοῦ. καὶ Ἀχαιοὶ δὲ καὶ Τρῶες ἐχάρησαν ἐλπόμενοι παύσεσθαι πολέμου. καίριον δὲ ἐνταῦθα καὶ τοῦ Ἡροδότου τό· «ὀλίγῳ κακῷ ἔοικε μέγα νεῖκος ἀναιρεῖν». Εὐπειθεῖς δὲ οἱ Τρῶες, οἳ ἅμα εἶδον Ἕκτορα ἐν μεταιχμίῳ γενόμενον καὶ μέσου δορὸς ἑλόντα, ἤτοι ἁψάμενον, ὡς ἔθος, καὶ ἀνείργοντα αὐτοὺς καὶ εὐθὺς ἱδρύθησαν ἅπαντες καὶ Ἕλληνες δὲ μετὰ μικρὸν τῶν βασιλέων ἐθελόντων τὸ αὐτὸ ἐποίησαν καὶ πάντες τὰ τεύχεα ἐκδυσάμενοι κατέθεντο ἐπὶ γῆς πλησίον ἀλλήλων. Καὶ σημείωσαι, ὅπως παρ' ἐλπίδα ὁ ποιητὴς ἔγραψε παρεισοδιάσας τὴν μονομαχίαν. ὁ μὲν γὰρ ἀκροατὴς μέγαν εὐθὺς ἐλπίζει συρραγῆναι