Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.610
Not analysed yet
πόλεμον, ὁ δὲ ἀποδύσας τοὺς Ἕλληνας γυμνοὺς ὅπλων καθίζει, τὸ μὲν μεγαλεῖον τοῦ πολέμου ἐς ὕστερον ταμιευόμενος, νῦν δὲ ἀπροσδοκήτως ἀρτύων τὸ μονομάχιον καὶ τὴν ἐπιθυμίαν ἀποπληρῶν τοῦ ἀκροατοῦ ἐφιεμένου μαθεῖν, ὡς εἰκός, ὁπότερος κρείττων, ὁ Πάρις ἢ ὁ Μενέλαος. ὅπερ διδάσκων ὁ ποιητὴς τὴν μονομαχίαν ἄρτι πλάττει, ἐν ᾗ πολλά τε ἄλλα ποιήσας καὶ τὸν Μενέλαον δὲ δείξας κρείσσονα, ἐπὶ τὰ ἑξῆς τοῦ πολέμου μεταβαίνει ἐκ μικροῦ ἀρξάμενος, εἶτα ἐπὶ μέγα προβάς, ὁποία καὶ ἡ τῆς μάχης φύσις, ἥτις ὀλίγη μὲν τὰ πρῶτα κορύσσεται κατὰ τὸν ποιητήν, «αὐτὰρ ἔπειτα οὐρανῷ ἐστήριξε κάρη». ὅτι δὲ θαυμαστὸν τὸ πλάσμα, καὶ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς ἐπισημαίνεται θέσκελον ἔργον λέγων τοῦτο· ποῖον δήποτε; τὸ ἀφέντας τὸν πολύδακρυν πόλεμον καθῆσθαι σιγῇ ἀσπίσι κεκλιμένους, παραπεπηγέναι δὲ τὰ μακρὰ ἔγχεα, Ἀλέξανδρον δὲ καὶ Μενέλαον μόνους μάχεσθαι. ὅτι δὲ ἄρτυμα ποιήσεως Ὁμηρικῆς καὶ τὰ τῶν μονομαχιῶν ἐπεισόδια, ἐν τοῖς ἐφεξῆς δηλωθήσεται. νῦν μὲν γὰρ οἱ τοῦ Τρωϊκοῦ πολέμου πρωταίτιοι μονομαχοῦσιν, ἐν δὲ τοῖς ἑξῆς που ἕτεροί τινες ἀριστεῖς, Γλαῦκος οὗτοι καὶ Διομήδης, οὐκ ἐκ προκλήσεως κατὰ τούτους, ἀλλὰ κατὰ τὸ παρατυχόν. εἶτα ἑτέρωθι τοιαύτης ἔσονται μάχης οἱ ἄριστοι Ἕκτωρ καὶ Αἴας ἐξ ἑτεροίου προκαλέσματος. τὸ δ' ἐξ ἀνάγκης μονομάχημα τοῦ Ἕκτορος καὶ τοῦ πάντων ἀρίστου Ἀχιλλέως ἄλλος τόπος δηλώσει, μέγα ὂν καὶ πάνυ τι ἐναγώνιον. εἰ δὲ ὁ γέρων ῥήτωρ Νέστωρ μονομαχίαν οἰκείαν ἐκθήσεται, δοτέον καὶ αὐτὸ τῇ καθ' Ὅμηρον γραφικῇ ποικιλίᾳ πολυειδῶς ἱστοροῦντα τὰ μονομαχικά. (v. 78) Σημείωσαι δέ, ὅτι παρ' Ὁμήρῳ μὲν ἱδρύω τὸ κάθημαι ἀπὸ τοῦ ἕδω, παρὰ δὲ τοῖς Ἀττικοῖς ὕστερον ἱερὰ ἡ λέξις. ἱδρύεται γὰρ ναὸς καὶ ἱδρύεται ἄγαλμα ἐν ναῷ καὶ τὸ ἀφίδρυμα δὲ παρ' ἐκείνοις ἐντεῦθεν ἐλέγετο. (v. 79 s.) Ὅτι τῷ Ἕκτορι ἐς μέσον ἐλθόντι καὶ τὴν τοῦ Πάριδος γνώμην ἐθέλοντι ἐκβοῆσαι ἐπετοξάζοντο οἱ Ἀχαιοὶ καὶ οὐ μόνον τοξεύοντες ἰοῖς ἔβαλλον τιτυσκόμενοι, ἀλλὰ καὶ λάεσσιν, ὅ ἐστι λίθοις, ἀγνοοῦντες, ὃ βούλεται, διὰ τὸ οἴεσθαι ὡς ἀντὶ τοῦ ἀδελφοῦ προΐσταται αὐτὸς τῷ Μενελάῳ μαχησόμενος. Ἰστέον δέ, ὅτι τὸ «τῷ δ' ἐπετοξάζοντο καρηκομόωντες Ἀχαιοί» οἰκεῖον λέγεσθαι πρὸς πάντα πολεμούμενον ἢ βλασφημούμενον ἢ ὅλως ἀντιλεγόμενον πρός τινων. διὸ καὶ Πορφύριος ἐν τοῖς πρὸς Γαιδάλιον παρῳδήσας ἔγραψε «τῷ δ' ἐπετοξάζοντο καρηκομόωντες Στωϊκοί». [(v. 80) Τοῦ δέ «τιτυσκόμενοι» πρωτότυπον τὸ τύκω, ἐξ οὗ τὸ «τετύκοντό τε δαῖτα». ὥσπερ δὲ ἀλύσκω ἐκ τοῦ ἀλύω, ὅθεν τὸ ἀλυσκάζω, οὕτω καὶ τύκω τύσκω πλεονασμῷ τοῦ