Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.62
Not analysed yet
μάλιστα τὸν ἥλιον, ὡς καὶ ὁ Παραβάτης δηλοῖ ἐν τῷ εἰς αὐτὸν ἐγκωμίῳ, ἢ διότι δαίμονας ἐφίστασθαι τοῖς ἄστροις ἐδόξαζον διατιθεμένους τὰ ἐν κόσμῳ οὐ μόνον καθ' ἑαυτοὺς ἀλλὰ καὶ δι' ἐπικλήσεων, ὅθεν καὶ τὰ κατὰ τὸν λοιμὸν ἐκ μαγικωτέρας μεθόδου οἴονταί τινες ὑπὸ τοῦ Χρύσου τεχνασθῆναι· ἢ καὶ διότι τὸ κατὰ τύχην φυσικῶς γενόμενον εἰς ἠθικὴν αἰτίαν ἀνάγει παιδευτικῶς ὁ ποιητής. συνέβη μὲν γὰρ λοιμὸς κατὰ φύσιν. Ὅμηρος δὲ κατά τι θεῖον αὐτὸν γενέσθαι φησίν, ἵνα ὁ Ἀγαμέμνων δίκας δώσει, ἐφ' οἷς τὸν Ἀπόλλωνα περιφρονήσας τὸν Χρύσην ἠτίμησε. καθόλου γὰρ ὁ ποιητὴς οὐδεμίαν εὔλογον εὐχὴν ἄπρακτον πίπτειν ἱστορεῖ, ἀλλ' ἐάν τις δίκαια εὔξηται παρ' αὐτῷ ἢ ἐχθροὶ πίπτουσιν ἢ σύμβολα δίδονται ἢ φίλοι ἐπανήκουσιν ἢ ἔργα εὐοδοῦνται ἢ ἁπλῶς ἀγαθὰ ἕτερα γίνονται. οὕτω παιδευτικὸς καὶ βιωφελὴς ὁ ποιητὴς καὶ ἐν μύθοις καὶ πλάσμασιν. ἰστέον δὲ καὶ ὅτι οὐ πάντας οἱ παλαιοὶ τοὺς παρ' αὐτοῖς θεοὺς ἀνθρωποπαθεῖς ἐνόμιζον, ἀλλά φασιν ὡς τοῦ δαιμονίου φύλου τὸ μὲν ἐμπαθὲς οἶδεν ἡ ποίησις, ὡς προείρηται, τὸ δὲ οὐ τοιοῦτον, ὡς ὅτε λέγει «θεοὶ ῥεῖα ζώοντες» τουτέστι μετὰ ῥᾳστώνης καὶ ἀπαθείας. (v. 44) Ὅτι τὸ εἰπεῖν Ὀλύμπια κάρηνα οἰκειότερον ἐπὶ ὄρους νοεῖν ἤπερ ἐπὶ τοῦ οὐρανοῦ. Ὄλυμπος μὲν γὰρ τὸ ὄρος ἔχει κάρηνα ἤτοι ἐξοχάς. ὁ μέντοι οὐρανὸς σφαῖρα ὢν οὐκ ἂν κυρίως λέγοιτο κάρηνα ἔχειν. ὅλως γὰρ ὁ Ὅμηρος περὶ Ὀλύμπου ὡς μὲν ὄρους λέγειν ἔργον ἔχει καθὰ ποιητής, ὡς δὲ περὶ οὐρανοῦ ἀλληγορικῶς, πάρεργον. Τὸ δὲ κάρηνα ἐκ μεταφορᾶς εἴληπται τῆς τῶν ζῴων κεφαλῆς. οὕτω δὲ καὶ ἀπὸ ἄλλων μερῶν τοῦ σώματος ἄλλα κατὰ μεταφορὰν μέρη τοῦ ὄρους λέγεται, ὡς προϊοῦσι φανήσεται, οἷον ὀφρῦς ὄρους διὰ τὰς τῶν ζῴων ὀφρῦς, καὶ πόδες διὰ τοὺς πόδας, καὶ ἄλλα δι' ἄλλα, [ὡς ἀκριβέστερον ἐν τῇ Βοιωτίᾳ φανεῖται. Ὅτι δὲ Ἰωνικὸν καὶ τὸ Οὔλυμπος κατὰ τὴν ἐπένθεσιν τοῦ υ, καθὰ καὶ τὸ οὐλομένην καὶ ὡς παρὰ τὸ ὁλολαμπὲς Ὄλυμπος ἐκλήθη ὁ οὐρανὸς καὶ ὡς Αἰολικὴν τροπὴν ἔχει τοῦ ο εἰς υ καὶ ὡς οὐκ ἀλόγως ψιλοῦται κατὰ τὴν ἄρχουσαν καὶ ὅτι τὸ κάρηνον καὶ ἑτεροίως ὀνομάζεται κοινῶς τε καὶ ποιητικῶς, δηλωθήσεται ἐν ἰδίοις τόποις.] (v. 45) Ὅτι ἔθος Ὁμήρῳ ἐν πολλοῖς πληθύνειν τὰ ἑνικά, ὡς ὅτε τὸ ἅρμα λέγει ἅρματα καὶ τὸ τοῦ Αἴαντος πρόσωπον πρόσωπα. οὕτω καὶ τὸ τοῦ Ἀπόλλωνος τόξον τόξα ἐνταῦθά φησι διὰ σεμνότητα, [εἰπών «τόξ' ὤμοισιν ἔχων». ὅτι δὲ τόξα καὶ ἡ πᾶσα τοξικὴ σκευὴ ἐλέγετο, φανήσεται πολλαχοῦ ἐν τοῖς μετέπειτα. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἔω ὦ, τὸ ὑπάρχω, ὀξυτόνως μὲν κατὰ πρόσληψιν συλλαβῆς ὠμὸς καρπὸς ὁ μὴ μεταβληθεὶς εἰς πέψιν καὶ