Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.611
Not analysed yet
σ καὶ κατὰ ἀναδίπλωσιν τιτύσκω, ἀφ' οὗ τιτύσκομαι καὶ τιτυσκόμενοι, ὅ ἐστι τεύχοντες, τεχνώμενοι, καταστοχαζόμενοι. Τοῦ δέ «λάεσσιν» εὐθεῖα ὁ λᾶας, γενικὴ λάαος καὶ κατὰ κρᾶσιν λᾶος, ὡς τὸ «λᾶος ὑπαὶ ῥιπῆς», ἤγουν ὑπὸ τῆς τοῦ λίθου ὁρμῆς. ἡ πληθυντικὴ εὐθεῖα λάαες λᾶες, ὅθεν τὸ λάεσσιν, ὅ ἐστι λίθοις.] (v. 82) Τὸ δέ «ἴσχεσθε Ἀργεῖοι, μὴ βάλλετε, κοῦροι Ἀχαιῶν» ἐρεῖ ἄν τις ἀταξίαν κωλύων λαοῦ. ἔστι δ' ἐν τούτοις συναγαγεῖν ἐκ τοῦ «ἐπετοξάζοντο Ἀχαιοὶ καὶ ἰοῖσι λάεσσί τε ἔβαλλον», ὅτι καὶ τοξόταις πολλοῖς ἐχρῶντο καὶ σφενδονήταις, εἰ καὶ ὁ ποιητὴς οὐδεμίαν που ἐν αὐτοῖς ἀνδραγαθίαν ἐπισημαίνεται, ὅσγε καὶ τοξοτῶν ἀριστέων ὀλιγίστων τινῶν μέμνηται. [δοκεῖ δὲ τὸ ἴσχεσθε κατ' ἔλλειψιν εἰρῆσθαι, ὡς δῆλον ἐκ τοῦ «οἱ δ' ἔσχοντο μάχης». τοιαύτη γὰρ σύνταξις ὀφείλεται καὶ εἰς τὸ «ἴσχεσθ' Ἀργεῖοι.»] Ἐν δέ γε τῷ «μακρὸν ἄϋσεν Ἀγαμέμνων» δηλοῖ ὁ ποιητὴς δεῖν καὶ εὔφωνον εἶναι τὸν ἡγεμόνα καί, ὡς αὐτὸς ἐρεῖ «βοὴν ἀγαθόν». [(v. 83) Ὅτι ἐν τῷ «στεῦται γάρ τι ἔπος ἐρέειν Ἕκτωρ» τὸ στεῦται δηλοῖ μὲν τὸ ὑπισχνεῖται, ὡς πολλαχοῦ φαίνεται, γίνεται δὲ ἀπὸ τοῦ στέω στεύω κατὰ τὸ χέω χεύω, ἀφ' οὗ παθητικὸν στεύεται καὶ ἐν συγκοπῇ στεῦται. στέω δὲ κυρίως τὸ ὑφίσταμαι, ὑπομένω ἀσφαλῶς κίονος δίκην.] (v. 84) Ὅτι φθάσας μὲν ὁ ποιητὴς τὴν Ἑλληνικὴν εὐκοσμίαν ἐνέφηνεν εἰπὼν σιγῇ αὐτοὺς ἰέναι, ἐνταῦθα δὲ τὸ εὐπειθὲς αὐτῶν ὑποδηλῶν φησιν, ὅτι τοῦ βασιλέως κελεύσαντος «ἴσχεσθε», ὡς ἐρρέθη, «μὴ βάλλετε», ὡς ἐροῦντός τι τοῦ Ἕκτορος, λέγει ὅτι μάχης τε ἔσχοντο, ἄνεῴ τ' ἐγένοντο, τουτέστιν ἄφωνοι, ὡς ἂν δηλαδὴ ἀκούσωσιν Ἕκτορος. τοῦτο γάρ ἐστιν ἐν τούτοις αἴτιον τῆς σιγῆς, ἵνα δηλονότι σιγῶντες αὐτοὶ ἑτέρων ἀκούοιεν. παρακατιὼν δὲ λέγει· «πάντες ἀκὴν ἐγένοντο σιωπῇ», τουτέστιν ἐσίγησαν. τοῦτο δὲ οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλὰ διὰ τὸ μὴ ἐνδεδόσθαι αὐτοῖς λέγειν. εἰσὶ δὲ ὅμοια τὸ σιγῇ ἰέναι καὶ ἄνεῳ γενέσθαι καὶ ἀκὴν γενέσθαι σιωπῇ. ἔστι δὲ τὸ μὲν ἀκὴν γενέσθαι σιωπῇ τρόπου ἐτυμολογικοῦ. τὸ γὰρ σιωπᾶν καὶ τὸ ἀκὴν ἔχειν ὅμοια. γίνεται γὰρ ἀκήν ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ χαίνειν, ἀχήν, καὶ Ἰωνικῶς ἀκήν, ἵνα ᾖ ἀκὴν ἔχειν τὸ μὴ χαίνειν ὥστε λαλεῖν, ἀλλὰ σιωπᾶν. (v. 84) Τὸ δέ «ἄνεῳ» οἱ μὲν ὄνομά φασιν εἶναι ὅμοιον τῷ «οἱ Μενέλεῳ». αὔω γὰρ τὸ φωνῶ, ἐξ οὗ ἄναυος, ὁ ἄφωνος, καὶ ἀποβολῇ ἄναος καὶ Ἀττικῶς ἄνεως καὶ πληθυντικῶς ἄνεῳ. ἕτεροι δὲ ἐπίρρημα τὸ ἄνεώ φασι μηδὲ προσγράφοντες τὸ ι ἐν τῇ ληγούσῃ, ὡς εἶναι κατ' αὐτοὺς ὁμοίας συντάξεως τὸ «ἀκὴν ἐγένοντο» καὶ τὸ «ἄνεω ἐγένοντο». ποιητικὴ δὲ λέξις τὸ ἄνεῳ καὶ ἀσύμβολος εἰς λόγον