Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.612
Not analysed yet
πεζόν, ὥσπερ μετ' ὀλίγα καὶ τὸ πέποσθε ἐν τῷ «ἐπεὶ κακὰ πολλὰ πέποσθε», ἤτοι πεπόνησθε, κατὰ συγκοπήν. (v. 97) Ὅτι λύπης φραστικὸν τὸ «μάλα γὰρ ἄλγος ἱκάνει θυμὸν ἐμόν». ἐντεῦθεν δὲ σύγκειται τὸ θυμαλγές, ὧν ἐναντίον ἡ θυμηδία. (v. 98 s.) Ὅτι ὑποσχετικὸν εἰρήνης τὸ «φρονέω δὲ διακρινθήμεναι ἤδη, ἐπεὶ κακὰ πολλὰ πέποσθε», ἤτοι πεπόνησθε, ὡς προείρηται. διακρινθῆναι δὲ λέγει τὸ λυθῆναι τοῦ πολέμου καὶ χωρισθῆναι. καὶ κεῖται ἡ λέξις αὕτη πολλαχοῦ παρά τε Ὁμήρῳ καὶ ἑτέροις. ἐνταῦθα οὖν φησι· «φρονέω δὲ διακριθῆναι ἤδη ἡμᾶς» καὶ μετ' ὀλίγα· «ἄλλοι δὲ διακρινθῆτε τάχιστα». ἔστι δὲ τὸ μὲν διὰ τοῦ ν ὀρθότερον, εἰ καὶ ποιητικώτερον, ὡς καὶ τὸ κλινθῆναι καὶ τὸ ἀνάκλιντρον, τὸ δὲ δίχα τοῦ ν κοινότερον καὶ Ἀττικώτερον. ἐναντίον δὲ τὸ διακρίνειν πρὸς τὸ συγκρίνειν, ὅ ἐστι συγχέειν. Σημείωσαι δέ, ὅτι τὸ διακρινθεῖτε διὰ διφθόγγου ἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων φέρει τὴν παραλήγουσαν, οἷα συγκοπὲν ἀπὸ εὐκτικοῦ τοῦ διακρινθείημεν, ἵνα τὸ ἀκόλουθον τῆς συγκοπῆς εἴη τοιοῦτον· διακρινθεῖμεν διακρινθεῖτε διακρινθεῖεν, καὶ μυρία ταύτης τὰ παραδείγματα. (v. 100) Ὅτι τὴν μὲν ὑπὸ τοῦ Πάριδος ἁρπαγὴν τῆς Ἑλένης ἀρχὴν ὁ Μενέλαος λέγει, τοῦ πολέμου δηλαδή. τὴν δὲ αὐτοῦ ἐπεξέλευσιν ἔριν καλεῖ, εἰπών· «εἵνεκ' ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ' ἀρχῆς», διὰ τὸ τὴν ἔριν ἀληθῶς ἐπεξελευστικὴν εἶναι πρός τι κατάρξαν. πρωθύστερον δὲ τὸ σχῆμα τοῦ λόγου, ἤγουν ὑστερολογία. πρῶτον γὰρ ἡ τοῦ Ἀλεξάνδρου ἀρχή, εἶτα ἡ τοῦ Μενελάου ἔρις. δευτερεύει γὰρ ἀεὶ, ὥσπερ ὁ παρ' Ἡσιόδῳ ζῆλος, οὕτω καὶ ἡ ἔρις γινομένη διά τι προκατάρχον. ὅρα δέ, ὡς ἐν ἑνὶ στίχῳ καὶ ἕνεκα ἔφη κοινῶς καὶ εἵνεκα ποιητικῶς, καθ' ὁμοιότητα τοῦ εἰνάνυχες καὶ εἴνατος καὶ εἰρωτῶ καὶ εἰῶ καὶ τῶν ὁμοίων. (v. 103—10) Ὅτι Τρῶες μέν, οἷς ὁ κίνδυνος περὶ γῆς ἦν καὶ τοῦ ζῆν, ἄρνε δύο φέρουσιν, ἕτερον μὲν λευκὸν, ἑτέραν δὲ μέλαιναν εἰς θυσίαν ἐν τῇ κατὰ τὴν μονομαχίαν ὁρκωμοσίᾳ, Γῇ τε καὶ Ἡλίῳ, τῷ μὲν τὸν λευκόν, τῇ δὲ τὴν μέλαιναν, οὐ μόνον κατὰ ὁμοιότητα χρώματος, ἀλλὰ καὶ ἐνεργείας· ἄρρεν μὲν