Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.613
Not analysed yet
γὰρ θύεται Ἡλίῳ ὡς οἷον ἀνδρί. ἐν ἑτέρῳ γὰρ γεννᾷ, ἤγουν ἐν τῇ Γῇ, ὡς οἷα γυναικί. θῆλυ δὲ τῇ Γῇ ὡς οἷα μητρὶ τῶν ἐξ αὐτῆς καὶ Ἡλίου. Ἕλληνες δὲ τῷ Διῒ θύουσιν ἕνα τὴν χρόαν οὐ δηλοῦντος τοῦ ποιητοῦ. οὐ γὰρ οὕτως ἐναργὲς τὸ τοῦ Διὸς χρῶμα, ὡς τὸ τοῦ Ἡλίου καὶ τῆς Γῆς. Ξενίῳ δὲ ἴσως Διῒ θύουσιν, ὡς ἂν ἐκπολεμωθῇ Ἀλεξάνδρῳ ἀδικήσαντι εἰς ξενίαν. ἐνδημεῖ δὲ καὶ ὁ Πρίαμος τοῖς ὅρκοις Ἀγαμέμνονος ἀπαιτήσαντος διὰ τὸ τῶν παίδων ὑπερφίαλον καὶ ἄπιστον. (v. 109 s.) Ἔνθα καὶ γνωματεύει ὁ βασιλεὺς οὕτως· «αἰεὶ δ' ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται», ὅ ἐστιν ἐκκρεμεῖς ὡς ἐν ἀέρι καὶ ἐλαφραὶ καὶ εὐσάλευτοι καὶ ἀβέβαιοί εἰσιν αἱ τῶν νέων φρένες καὶ οὐκ ἔμπεδοι καὶ παγίως βέβαιοι καὶ ἀσφαλεῖς· «οἷς δέ», φησίν, «ὁ γέρων μετέῃσιν», ἤγουν σύνεστιν, «ἅμα πρόσω καὶ ὀπίσω λεύσσει», ὅ ἐστιν ὁρᾷ, «ὅπως ὄχ' ἄριστα μετ' ἀμφοτέροισι γένηται». (v. 109) Ἔστι δὲ πρόσω μὲν τὰ πρὸ ὀφθαλμῶν καὶ ἤδη γενόμενα καὶ τὰ παρόντα δὲ καὶ οἷον ἐν ποσίν, ὀπίσω δὲ τὰ ἐσόμενα καὶ μήπω μὲν ἐλθόντα, ὄντα δὲ ἐν τῷ μέλλειν. λέγει οὖν, ὅτι ὁ γέρων ἅμα καὶ οἷον ἀχρόνως διὰ πολυπειρίαν ὁρᾷ πάντα τά τε νῦν καὶ τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα καὶ ἐκ τῶν παρελθόντων στοχάζεται, οἷα ἔσται καὶ τὰ μετὰ ταῦτα, καὶ κατὰ τὴν τραγῳδίαν ὡς «ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαιρόμενος», οὕτω φυλάσσεται. ὁ δὲ νέος μόνων γίνεται τῶν ἐν ποσίν, ὥσπερ καὶ ἐνταῦθα ὁ Πρίαμος μὲν πολλοὺς εἰδὼς ἐξ ἐπιορκίας βλαβῆναι φθάσαντας φυλάξηται ἄν, ὡς εἰκός, (v. 107) οἱ δὲ παῖδες μηδὲν προορώμενοι κακόν, οἷα τοῦ παρόντος μόνου γενόμενοι, δηλήσωνται ἂν ὑπερβασίᾳ τοὺς ὅρκους, ἤτοι βλάψωσιν, ὡς ἀπὸ τοῦ δηλῶ δηλήσω, ἐξ οὗ καὶ τὸ δηλητήριον. Δῆλον δέ, ὅτι τε δήλησις, ἤγουν βλάβη, ὅρκων οὐδὲν ἄλλο ἢ ἡ παράβασις αὐτῶν καὶ ὅτι τὸ ἅμα ὁρᾶν πρόσω καὶ ὀπίσω συμβολικῶς εἴρηται, καθὰ καὶ προγέγραπται ἐν τῇ αʹ ῥαψῳδίᾳ, ὡς ἐκ μεταφορᾶς ζῴων, ἃ τοὺς τραχήλους ῥᾳδίως λυγίζουσιν, ὡς ἔχειν βλέπειν καὶ τὰ ἔμπροσθεν καὶ τὰ κατόπιν. ὁ δὲ τοιοῦτος νοῦς καὶ τὸν Ἄργον, ὡς ἑκάστῃ πείρᾳ ὀμματούμενον, πολυόμματον μυθολογεῖ, ἵνα μηδὲν αὐτὸν λανθάνῃ. καὶ τοῦτο μᾶλλόν ἐστιν, ἐξ οὗ οἱ γέροντες λέγονται ἅμα ὁρᾶν τά τε πρόσθεν καὶ τὰ ὄπισθεν, τὸ ἑκατέρωθεν δηλαδὴ τρόπον τινὰ ὠμματῶσθαι αὐτούς, ὡς διὰ τοῦτο ἅμα πάντα βλέπειν. τὰ γὰρ ὑγροτράχηλα καὶ εὐλύγιστα τὴν δειρὴν ζῷα, εἰ καὶ ἔμπροσθεν καὶ ὄπισθεν βλέπουσιν, ἀλλ' οὐχὶ καὶ ἅμα τοῦτο ποιοῦσιν. ἐν τούτοις δὲ σημειωτέον καί, ὅτι αἱ πεῖραι ὄμμασιν ἐοίκασιν. (v. 105) Ἰστέον δέ, ὅτι κεῖται καὶ ἐνταῦθα ὅρκια τάμνειν, τὸ διὰ θυσιῶν ὀμνύειν, καὶ ὅτι ὕβρις