Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.614
Not analysed yet
ἐπιόρκων τὸ «ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι» καὶ οἷοι ἐν ὑπερβασίᾳ θεοῦ ὅρκους δηλήσεσθαι. (v. 103) Ὅρα δὲ καί, ὅτι ἐν τῷ περὶ τῶν δύο ἀρνῶν λόγῳ οὐκ ἤλλαξε τὸ ἕτερος, οἷα ἐπὶ δύο τινῶν εἰωθὸς λέγεσθαι. διὸ εἰπὼν ἕτερον λευκὸν, ἑτέρην δὲ μέλαιναν, ἐπὶ τοῦ τρίτου τὸ ἄλλος ἔθηκεν, [εἰς ὃ γράφει ὁ παλαιὸς οὕτω· τὸ ἄλλον ἐπὶ τοῦ τρίτου εἶπεν, ἐπὶ δὲ δυοῖν τὸ ἕτερον τῷ ἑτέρῳ ἀντιδιέσταλκεν Ἑλληνικῶς.] (v. 106) Ὑπερφιάλους δὲ λέγει παῖδας Πριάμου ἀπὸ ἑνὸς τοῦ Ἀλεξάνδρου συναγαγὼν τὸ σκῶμμα. τοιοῦτος γὰρ ἀληθῶς ἐκεῖνος. οὕτω δὲ καὶ Ἀλέξανδρος τὴν Ἀχαιΐδα καλλιγύναικά φησιν ἐκ μιᾶς τῆς Ἑλένης λαβὼν τὸν ἔπαινον. τὸ δὲ ὅμοιον καὶ ἐν πολλοῖς ἄλλοις Ὅμηρος ποιεῖ. ὑπερφίαλοι δὲ νῦν οἱ παρασπονδηταί, οἱ ὑπὲρ τὴν ἱερὰν φιάλην ποιοῦντες καὶ διὰ τοῦτο κατὰ τὸν ποιητὴν εἰπεῖν ἄπιστοι. ὅτι δὲ καὶ ἄλλο τι σημαίνει ἡ λέξις, ἀλλαχοῦ τε φανήσεται καὶ ἐν Ὀδυσσείᾳ δὲ εἴρηται. ἰστέον δέ, ὅτι οὐκ ἔστιν ἁπλῶς ὑπερφιάλους τοὺς παρασπονδοῦντας εἰπεῖν, εἰ μὴ καὶ τὸ ἄπιστοι πρόσκειται. (v. 107) Τὸ δέ «ὑπερβασίᾳ» διὰ σαφήνειαν τέθειται· ὁρκίων γὰρ βλάβη ἡ ὑπερβασία, ἣν καὶ παραιβασίαν ἕτεροί φασιν. ἔστι δὲ κυρίως ὑπερβασία τὸ ὑπερβαίνειν τοὺς τεταγμένους ὅρους τῆς γῆς καὶ οἷον ὑπὲρ τὰ ἐσκαμμένα ὅρια πηδᾶν, καταχρηστικῶς δὲ καὶ ἐπὶ ἀδικίας ἡ λέξις τίθεται [καὶ ἐπὶ τῆς ἁπλῶς δὲ κακίας, ὡς δῆλον ἐκ τοῦ «ὑπερβασίας ἀλεείνων» καὶ «ὑπερβασίαι δ' ἀλεγειναί».] (v. 108) Ὁπλότεροι δὲ ἁπλῶς μὲν οἱ νέοι καὶ ὅπλα αἴρειν δυνάμενοι. ἐκεῖθεν δὲ καὶ ἐπὶ ψόγῳ ὑπέροπλος καὶ ὑπεροπλίζεσθαι τὸ καταθρασύνεσθαι. Ἠερέθεσθαι δὲ κυρίως μὲν τὸ ἐν ἀέρι κρέμασθαι, ἐξ οὗ καὶ ἡ αἰώρα· ἐνταῦθα δὲ ἐπὶ τοῦ ἀβεβαίως ἔχειν εἴληπται. τὰ μὲν γὰρ ἐν ἀέρι κρεμάμενα εὐμετακίνητά εἰσι, τὰ δὲ ἐν γῇ καί, ὡς εἰπεῖν, ἔμπεδα σταθερὰ καὶ βεβηκότα. ὅτι δὲ ἡ ῥηθεῖσα αἰώρα καὶ διὰ τοῦ ε ψιλοῦ ἔχει τὴν ἄρχουσαν, ὡς δηλοῖ οὐ μόνον τὸ «πλεκταῖς ἐώραις ἐμπεπλεγμένην», ἀλλὰ καὶ τὸ μετέωρος, ἕτεροι ἐπαγωνιζέσθωσαν. ὅτι δὲ καὶ κύριόν ἐστιν ὄνομα ἡ Αἰώρα γυναικὸς ἀπαγξαμένης καὶ διὰ τί ἀπαγξαμένης, τὸ τοῦ Παυσανίου δηλοῖ Λεξικόν. (v. 103) Ἐν δὲ τοῖς ῥηθεῖσι κειμένου καὶ τοῦ οἴσετε ῥήματος, οἷον «οἴσετε δ' ἄρνε» καὶ ἑξῆς, σημείωσαι, ὅτι οὐδὲ τοῦ φέρω μέλλων ἐστίν, ὡς παρατετήρηται τοῖς παλαιοῖς, οὐδὲ τοῦ οἴσω, ὅ ἐστι κομίσω, εὕρηται ἐνεστώς. διό φησιν «ἄρνας φέρειν» καὶ «οἴσετε ἄρνε». καὶ ὅτι ἀλλήλαις ἰσοδυναμοῦσιν αἱ λέξεις αὗται. διὸ καὶ τὸ συμφέρον καὶ τὸ συνοῖσον ἐπὶ τοῦ