Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.615
Not analysed yet
αὐτοῦ σημαινομένου τίθενται. καὶ ὅτι τὸ «οἴσετε ἄρνε, λευκὸν καὶ μέλαιναν, Γῇ τε καὶ Ἡλίῳ» δοκεῖ μὲν εὐκρινές, ὡς δηλοῦν, οἷον μὲν ἄρνα οἰστέον Ἡλίῳ, οἵαν δὲ τῇ Γῇ, ἄλλως δὲ σύγχυσιν ποιεῖ καὶ συνεστραμμένον τι σχῆμά ἐστι καὶ περινενοημένον, ὡς οἷα περιοδικόν, χιαστόν, τετράκωλον. τὸ μὲν γὰρ κατὰ φύσιν καὶ σαφέστατον τοιοῦτόν ἐστιν «οἴσετε ἄρνε, λευκὸν Ἡλίῳ καὶ μέλαιναν τῇ Γῇ», ἵνα παρέκειτο τῷ Ἡλίῳ μὲν τὸ οἰκεῖον, τῇ Γῇ δὲ πάλιν τὸ ἑαυτῆς, κατά τινα γραμμικὴν εὐθυωρίαν. κατὰ δεύτερον μέντοι λόγον εἶχεν ἂν σαφήνειαν φυσικήν, εἰ μετὰ τὸν λευκὸν καὶ τὴν μέλαιναν ἔκειτο τὸ Ἡλίῳ καὶ τὸ Γῇ, οἷον· «οἴσετε ἄρνε δύο, λευκὸν καὶ μέλαιναν, Ἡλίῳ καὶ Γῇ», ἵνα ἀποδεδομένων πρὸς τὰ πρῶτα δύο εὐτάκτως τῶν δευτέρων δύο ὑπετάσσετο ὡς ἐν τετραγώνῳ καταγραφῇ τῷ λευκῷ μὲν Ἥλιος, τῇ μελαίνῃ δὲ ἡ Γῆ, οἷον οὕτως. Νῦν δὲ τὸ εἰπεῖν ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν, Γῇ τε καὶ Ἡλίῳ, ἐπὶ πλέον συγχέει τὸν λόγον διὰ τὸ χιάζειν τὸν ἐκτεθέντα τετραγωνισμόν. κατὰ φύσιν γὰρ νῦν τοῦτο ζητεῖται, ἵνα τὸ μὲν λευκὸν διὰ γραμμῆς τινος προσαρμόσῃ τῷ ἐκ διαμέτρου κειμένῳ Ἡλίῳ, τὸ δὲ μέλαν ὁμοίως τῇ Γῇ, οἷον οὕτως. Καὶ οὕτω μὲν ὁ λόγος περινενόηται καὶ οἷον συνέστραπται τῷ σχηματισμῷ καὶ συγκέχυται μιμησαμένου τοῦ ποιητοῦ συγκεχυμένον ἄνθρωπον καὶ μὴ ἐνευκαιροῦντα φυσικῇ ὀνομάτων τάξει. τοιοῦτον δὲ καὶ ἐν τοῖς ἑξῆς τὸ «οἰμωγὴ καὶ εὐχωλὴ ἀνδρῶν ὀλλύντων καὶ ὀλλυμένων». δύναται δὲ ὁμοίῳ ζήλῳ μὴ κατὰ λέξεις μόνας γοργότερον, ἀλλὰ καὶ πλατύτερον κατὰ λόγους τοιαῦτά τις σχηματίσαι· οἷον Ἀχιλλεὺς μὲν ᾑρέθη πολέμαρχος, οἱ βασιλεῖς δὲ περὶ τὸν ναύ-