Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.616
Not analysed yet
σταθμον ἔμενον, ἵνα οἱ μὲν στενοχωρῶσι τοὺς Τρῶας, ὁ δὲ τὰ πέριξ ληΐζηται. τὸ δὲ τοιοῦτον σχῆμα καὶ ἐπὶ πλειόνων συζυγιῶν νοημάτων μεθοδευθήσεται κατὰ τὴν τοῦ γράφοντος ἰσχύν. ἔστι δὲ τοῦτο καὶ περιβλητικὸν διὰ τὴν τῶν νοημάτων μετάστασιν. ἔχει δέ τι καὶ σαφηνείας τὸ τῇ μελαίνῃ εὐθὺς συντάξαι τὸ κατὰ φύσιν οἰκεῖον, ἤγουν τὴν Γῆν, ὡς καὶ τῇ εὐχωλῇ, τουτέστι τῷ καυχήματι, τοὺς ὀλλύντας, καὶ τοῖς βασιλεῦσι τὸ ἐν Τροίᾳ μένειν. κατὰ φύσιν μὲν γὰρ ἐνταῦθα καὶ εὔτακτον καὶ σαφὲς ἡ τῶν μέσων ἕνωσις, ἀνάπαλιν δὲ ἡ τῶν ἄκρων διάστασις, ὡς ἐν τοιαύτῃ καταγραφῇ, δι' ἧς τὸ προκείμενον σαφηνισθήσεται. (v. 111—5) Ὅτι ἐπαινετικὸν εἰρήνης τὸ «οἳ δ' ἐχάρησαν ἐλπόμενοι παύσεσθαι ὀϊζυροῦ πολέμοιο». ἀφοπλισμοῦ δὲ τοῦ ἐπὶ μονομαχίᾳ φραστικὸν τὸ «ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, τεύχεά τ' ἐξεδύοντο· τὰ μὲν κατέθεντ' ἐπὶ γαίῃ πλησίον ἀλλήλων, ὀλίγη δ' ἦν ἀμφὶς ἄρουρα», [ἥτις μεταίχμιόν ἐστιν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. ὅρα δὲ ὅτι ἄρουραν ἔφη καὶ νῦν οὐ λόγῳ μέτρου τινὸς κατὰ τὸ ἄκαινα καὶ πλέθρον καὶ τὰ τοιαῦτα, περὶ ὧν ἑτέρωθι δεδήλωται, ἀλλὰ τὴν ἁπλῶς πεφυκυῖαν ἀροῦσθαι γῆν.] (v. 121) Ὅτι τὴν Ἶριν ὁ μὲν μῦθος δαίμονα χρυσόπτερον βούλεται εἶναι εἴρουσαν, ὅ ἐστιν ἀγγέλλουσαν τὰ τῶν θεῶν, ὡς δηλοῖ τρόπῳ ἐτυμολογίας καὶ τὸ «Ἶρις ἀγγελέουσα» καὶ τὸ «Ἶρις δ' Ἑλένῃ ἄγγελος ἦλθε». διὸ καὶ ἀπὸ τοῦ τοιούτου εἴρω παράγεται, ὡς καὶ ὁ Ἑρμῆς καὶ Ἶρος ὁ Ἰθακήσιος, ὃς οὕτω ἐκλήθη, ὥς φησιν Ὅμηρος, διὰ τὸ εἴρειν, ὅ ἐστιν ἀπαγγέλλειν, ὅπου ἄν τις ἀνώγοι. τινὲς δὲ αὐτῆς καὶ Ζεφύρου γενεαλογοῦσι τὸν Ἔρωτα. καὶ ταῦτα μὲν πρὸς μῦθον. ἡ δὲ πρὸς φύσιν ἀλληγορία εἰς τὸ κατὰ τὸν ἀέρα γινόμενον φάντασμα τοῦ λεγομένου τόξου μεταλαμβάνει τὴν Ἶριν τὴν λαμπρόχρουν καὶ αὐτήν, ὁμοίως ἀπὸ τοῦ εἴρειν· ἀγγέλλει γάρ τι μέλλον ἐν ὑετῷ, διὸ καὶ Διός, ἤτοι ἀέρος, ἐκείνη ἄγγελος λέγεται. ἡ δέ γε κοινοτέρα τοῦ μύθου θεραπεία εἰς φήμην καὶ νῦν ἐκλαμβάνεται αὐτήν, ὡς καὶ ἐν τῷ Καταλόγῳ, ἀπὸ τῆς αὐτῆς ἐτυμολογίας, ἥτις φήμη καὶ τὴν Ἑλένην ἐνταῦθα ἐξάγει πρὸς