Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.617
Not analysed yet
θέαν μονομαχίας, πορθμευθεῖσα διὰ τῆς τοῦ Πριάμου θυγατρὸς Λαοδίκης, ὡς εἰκός, ἐπεισόδιον ἐσομένην Ὁμήρῳ εἰς ἱστοριῶν χορηγίαν εὔκαιρον. πολλαὶ γοῦν ἱστορίαι διὰ τῆς Ἑλένης ἐν τοῖς ἑξῆς παρεισοδιασθήσονται κατὰ τὴν Ὁμηρικὴν μέθοδον. [Ἰστέον δέ, ὡς Ἶρις μὲν ἡ κατὰ μῦθον καὶ ἡ περὶ τὰ ἔνυδρα νέφη βαρυτονεῖται, ἰρίς δέ, μυρεψικὸν εἶδος, κατὰ παλαιὰν παράδοσιν ὀξύνεται πρὸς διαστολήν. ταύτην δὲ ἴρινον μῦρον οἱ ῥήτορες ἔγραψαν. γραφικὴ δὲ αὐτῆς ἀναλογία κατὰ τὸ κίρις, εἶδος ὀρνέου, Σίρις, πόλις Ἰταλική, ξίρις, φυτὸν ἀρωματικόν, καλάσιρις, λινοῦς χιτὼν ἱερατικός, Ὄσιρις, Αἰγυπτιστὶ ὁ Διόνυσος.] (v. 124) Ὅτι ἡ τῆς Ἑλένης γάλως Λαοδίκη Πριάμου θυγατρῶν εἶδος ἀρίστη λέγεται, τῶν ὑπὸ γάμῳ δηλαδή, ὡς τῶν γε ἔτι παρθένων ἀρίστη ἀλλαχοῦ ἡ Κασάνδρα ἱστορηθήσεται. (v. 122) Ἰστέον δέ, ὅτι τὸ συγγενικὸν θηλυκὸν τοῦ δαήρ, ὃ δηλοῖ τὸν ἀνδράδελφον, οὐ δάειρα ἀναλόγως, ἀλλὰ γάλως ἑτερωνύμως προφέρεται, ὡς ἀλλαχοῦ δηλοῦται σαφέστερον. δεῖ δὲ τὸ τοιοῦτον ὄνομα βαρύνειν, ἐπειδὴ τὰ εἰς ως θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν βραχείᾳ παραληγόμενα βαρύνεται, ἅλως, Κέως, ἕως, οὕτω καὶ γάλως, καθὰ καὶ Τρύφων φησὶν ἐν τῷ Περὶ ἀρχαίας ἀναγνώσεως. τοῦ δὲ γάλως ἡ δοτικὴ γάλῳ, καὶ πλεονασμῷ τοῦ ο γαλόῳ, οἷον «εἰδομένη γαλόῳ, Ἀντηνορίδαο δάμαρτι». τοιοῦτόν τι ἔπαθε καὶ ἡ τοῦ Ἄθω γενικὴ ἐν τῷ «ἐξ Ἀθόω δὲ ἐπὶ πόντον ἐδύσετο». ὅτι δὲ καὶ διφορεῖται ἡ τοιαύτη εὐθεῖα, γάλως τε δισυλλάβως λεγομένη καὶ γαλόως ἐν τρισὶ συλλαβαῖς, πολλοῖς εἴρηται. Ὅρα δὲ καί, ὅτι σαφῶς ἑρμηνεύων ὁ ποιητὴς γάλων τὴν ἀνδραδέλφην λέγεσθαι ἱστορεῖ, ὡς ἡ τῇ Ἑλένῃ γάλως Λαοδίκη νύμφην καλεῖ τὴν Ἑλένην τῷ λόγῳ τῶν πρός τι. ἡ γάλως τε γὰρ νύμφης ἐστὶ γάλως καὶ ἡ νύμφη γαλόῳ ἐστὶ νύμφη. κείσεται δὲ μνεία τῆς λέξεως ταύτης καὶ ἐν τοῖς ἑξῆς. Ἔστι δὲ ἡ τῆς Λαοδίκης προσφώνησις πρὸς τὴν Ἑλένην αὕτη· «δεῦρ' ἴθι, νύμφα φίλη» καὶ ἑξῆς. (v. 124) Τὸ δέ «θυγατρῶν» οὐχ' ἕλκεται εἰς λόγον πεζόν, ὡς οὐδὲ τὸ πατρῶν, οἷον «ἐξέτι πατρῶν». (v. 122 s.) Ἰστέον δέ, ὅτι ἐν τῷ «εἰδομένη γαλόῳ, Ἀντηνορίδαο δάμαρτι» ἐπιστομίζων τοὺς σκωπτικοὺς ὁ ποιητής, ἵνα μήτις [ἴσως περιελὼν τὴν ἀναγκαίαν στιγμὴν ἐκ τοῦ γαλόῳ καὶ κατὰ συνέχειαν ἀναγνοὺς] διαβαλεῖ