Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.618
Not analysed yet
τὴν συνθήκην τῆς γαλόῳ μετὰ τοῦ Ἀντηνορίδου καὶ ἐρεῖ παίζων τὴν Λαοδίκην γάλων τοῦ Ἀντηνορίδου, ἐπιφέρει «τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων» —πόλις δὲ αἱ Ἑλίκαι—. ἴσως δὲ καὶ ἵνα σεμνύνῃ τὸν τῆς Λαοδίκης ἄνδρα, ἐπανέλαβεν αὐτόν, ὡς πολλαχοῦ ποιεῖν εἴθισται. Ἑλίκαι δὲ αὗται πόλις Τρωϊκή, ἀλλαχοῦ δὲ Ἑλίκη πόλις Ἑλληνίς, ὡς δηλοῖ καὶ τὸ «εἰς Ἑλίκην καὶ Αἰγάς». ζητητέον δὲ καὶ τὰ ἐν τῷ Καταλόγῳ περὶ Ἑλίκης. (v. 125—8) Ὅτι εἰπόντος Ὁμήρου, ὡς τὴν Ἑλένην εὗρεν ἡ Λαοδίκη «ἐν μεγάρῳ, ἣ δὲ μέγαν ἱστὸν ὕφαινε δίπλακα μαρμαρέην, πολέας δ' ἐνέπασσεν ἀέθλους» Τρώων τε καὶ Ἀχαιῶν, «οὓς ἕθεν», ἤγουν αὐτῆς, «εἵνεκ' ἔπασχον ὑπ' Ἄρηος παλαμάων», ἤγουν ὑπὸ πολέμου, ἀστείως ἐπεσημήναντό τινες τὸν πέπλον τοῦτον ἀξιόλογον ἀρχέτυπον εἶναι τῆς Ὁμήρου ποιήσεως. ἃ γὰρ ἐκείνη ἐνεποίκιλλεν ὁσημέραι τῷ πέπλῳ, ταῦτα δέλτῳ ἐντίθησιν Ὅμηρος καὶ ποιεῖ τὴν βίβλον ταύτην ὥσπερ Ἑλένης ἄλλον ἱστόν. διὸ καὶ φιλεῖ τὴν Ἑλένην ὁ ποιητὴς καὶ διατιθέμενος ὑπεραπολογεῖται, εἰς ὅσον ἔξεστι. Σημείωσαι δὲ καὶ ἐνταῦθα τὸ τῆς Ἑλένης φιλοπευστικὸν καὶ εὐμαθές. δῆλον γάρ, ὅτι πυνθανομένη καὶ σημειουμένη τὰς ὡς ἑκάστοτε πάθας τῶν δι' αὐτὴν μαχομένων ἐζωγράφει αὐτάς, ἐν οἷς ὕφαινεν, Ἰλιάδα τινὰ τεχνωμένη χειρότευκτον. ἐπεὶ δὲ πολλοὶ οἱ ἄεθλοι, διὰ τοῦτο μέγας καὶ ὁ ἱστός. εἰκὸς δὲ καὶ πλείους ἄθλους τῶν Ὁμηρικῶν αὐτῷ ἐμπεπάσθαι. Ὅμηρος μὲν γὰρ τῇ τοῦ Ἕκτορος ταφῇ τὴν Ἰλιάδα συγκατέλυσεν, Ἑλένη δὲ οὐκ ἐξ ἀνάγκης οὕτω, ἀλλὰ καὶ ἐπὶ τὰ ἑξῆς προέβη ἄν, ὡς εἰκός, τῷ ὑφάσματι. (v. 141 s.) Ὅρα δέ, ὡς καὶ οὕτω ποικίλλειν εἰδυῖα Ἑλένη, ὅμως ἐκ θαλάμου εἰς τὸν πύργον ἐξιοῦσα διὰ σωφροσύνην ἀργενναῖς, ἤγουν λευκαῖς, ἀφελῶς ὀθόναις καλύπτεται οὐδέν τι ποικίλον ἀμπεχομένη, ἀλλὰ καὶ ὁρμᾶται ἐκ θαλάμου «τέρεν κατὰ δάκρυ χέουσα». ἐν οἷς ἀργεννὸν μὲν τὸ λευκόν, ἐκ τοῦ ἀργός, ὁμοίως τῷ φάος φαεννόν, Ἔρεβος ἐρεβεννόν. Ὀθόνη δέ, ἧς ὀθόμεθα, τουτέστιν ἐπιστρεφόμεθα διὰ τὴν ἄγαν λεπτότητα, ἢ ἡ εὐκίνητος, παρὰ τὸ ὄθεσθαι, τὸ κινεῖσθαι. τέρεν δὲ δάκρυ τὸ ἐκ τειρομένης ψυχῆς. (v. 126) Ἰστέον δὲ καί, ὅτι ἐν τῷ «δίπλακα μαρμαρέην» λείπει τὸ ἱστουργίαν ἢ ὑφήν ἤ τι τοιοῦτον. τινὲς δὲ τὸ χλαῖναν λείπειν φασὶ νοοῦντες δίπλακα τὴν μεγάλην, ἣν ἔστι διπλῆν ἀμφιέσασθαι. καὶ μὴν οὐ ταὐτὸν χλαῖνα καὶ ἱστός, ἀλλὰ ἴσως γενικὸν μέν ἐστιν ἢ ὅλον ὁ ἱστός, εἶδος δὲ ἢ μέρος ἡ δίπλαξ, ἥν, ἰδιωτικῶς εἰπεῖν, δίμιτον νοοῦσί τινες. μᾶλλον δὲ ὁ μὲν ἱστὸς τὸ ἐργαλεῖον δηλοῖ, δίπλαξ δέ ἐστιν ἡ ἱστουργουμένη, ὡς ἐρρέθη, ὑφή, ἵνα λέγῃ, ὅτι περὶ μέγαν ἱστὸν μεγάλην δίπλακα ὕφαινε.