Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.632
Not analysed yet
Κρέων καὶ ὁ Ἀνακρέων. Ἰστέον δέ, ὅτι ἐκ τοῦ «δέδμηνταί σοι κοῦροι» ζευξίλεως εὕρηται παρὰ τοῖς μεθ' Ὅμηρον ὁ βασιλεύς, ᾧ ὑπέζευκται λεώς, ταὐτὸν δ' εἰπεῖν «δεδμήαται κοῦροι». (v. 180) Ὅτι συγγενικὴ λέξις τὸ δαήρ, δηλοῖ δὲ τὸν τοῦ ἀνδρὸς ἀδελφόν, οὗ γάλως τὸ θηλυκόν, ὡς προγέγραπται. ἐνταῦθα δὲ σημείωσαι τὸ «δαὴρ αὖτ' ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτ' ἔην γε», ἤγουν ἐμοῦ τῆς ἀναιδοῦς. καινοπρεπὴς οὖν ἡ σύνταξις ληφθείσης τῆς ἐμός κτητικῆς ἀντωνυμίας ἀντὶ πρωτοτύπου τῆς ἐμοῦ γενικῆς. Τὸ δέ «εἴ ποτ' ἔην γε» πραΰνει τὸν ἐπὶ τῇ μνείᾳ τοῦ ἀνδρὸς λυπούμενον ἴσως κατ' αὐτῆς, οἱονεὶ λέγουσα, ὡς οὐ νῦν ἐστιν, ἀλλά ποτε ἦν. κεῖται δὲ τοῦτο καὶ μετὰ ταῦτα ἐν τῷ «ὡς ἐόν, εἴ ποτ' ἔην γε». ὅρα δὲ καί, ὡς, εἰ καὶ μὴ ῥητῶς ἐμνήσθη τοῦ ἀνδρὸς ἡ Ἑλένη, ὡς προείρηται, ἀλλὰ τὴν ἐπ' ἐκείνῳ λύπην ἐμφαίνει καὶ νῦν ἄλλως, οὐ μόνον διὰ τοῦ κυνώπιδα ἑαυτὴν ὁμολογεῖν ἤτοι ἀναιδῆ, ὡς ἀναιδευσαμένην τὸ ἁρπαγῆναι, ἀλλὰ καὶ διὰ τὸ εἰπεῖν, ὅτι δαήρ μοι ἦν ὁ Ἀγαμέμνων, εἴ ποτε ἦν. τοῦτο δὲ ὡς νῦν αὐτῇ ἄλλων ὄντων δαέρων. (v. 181) Ὅτι γλυκέως ὑπὸ Πριάμου τῷ βασιλεῖ προσφωνηθὲν τὸ «ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον» ἐπαινεῖται διὰ τὸ τὰς ἐν αὐτῷ λέξεις κατά τινα πρόοδον εὔτακτον ἀρξαμένας ἀπὸ μονοσυλλαβίας προσαύξεσθαι συλλαβικῶς κλιμακηδὸν κατὰ προσθήκην ἀνάλογον τῇ ἀνόδῳ τοῦ φυσικοῦ χύματος τοῦ ἀριθμοῦ. μονοσύλλαβον μὲν γὰρ τὸ ὦ, δισύλλαβον δὲ τὸ μάκαρ, τριῶν δὲ συλλαβῶν τὸ Ἀτρείδη καὶ ἑξῆς ἕως πεντασυλλαβίας. ἔοικε δὲ Ὅμηρος τοιοῦτόν τι τεχνάσασθαι, εἰ καὶ κολοβόν, καὶ ἐν τῷ τοῦ Ἀλεξάνδρου σκώμματι τῷ «Δύσπαρι, γυναιμανές, ἠπεροπευτά». ἐνταῦθα γὰρ ἡ μὲν κατάρχουσα τῶν λέξεων τρισύλλαβος, ἡ δὲ μετ' αὐτὴν τετρασύλλαβος, πεντασύλλαβος δὲ ἡ ὑστέρα. καὶ μὴν καὶ τὸ «τοξότα, κέρ' ἀγλαέ, παρθενοπῖπα» τοιοῦτόν τί ἐστι. Σημείωσαι δέ, ὅπως εὐμεθόδως ὁ ποιητὴς διαφόροις τόποις ἐνέσπειρε τοὺς τοῦ Ἀγαμέμνονος ἐπαίνους καὶ ὡς ὁ πολέμιος βασιλεὺς ἐγκωμιάζει τὸν ἀγαθὸν Ἀγαμέμνονα οὐκ ἔχων κρύπτειν τὸ ἀληθές. ἅμα δὲ καὶ φιλοῦσιν ὡς τὰ πολλὰ οἱ χρονίαν πολιορκίαν παθόντες ἀποσεμνύνειν τοὺς ἐχθρούς, ἵνα μὴ δόξωσιν οὐδένες αὐτοὶ εἶναι ὡς ἀχρείων πολεμίων μὴ περιγινόμενοι. Εἰσὶ δὲ τὰ σποράδην βασιλικὰ ἐγκώμια τὸ ἐκπρεπέα ἐν πολλοῖς καὶ ἔξοχον ἡρώεσσι, τὸ ἄνδρα πελώριον, τὸ ἠΰς τε μέγας τε, τὸ γεραρός, τὸ βασιλεῖ ἀνδρὶ ἐοικώς, τὸ ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής, τὸ μάκαρ, μοιρηγενές, ὀλβιόδαιμον, τὸ πολλοὺς αὐτῷ δεδμῆσθαι κούρους Ἀχαιῶν. ὁ δὲ Πρίαμος τεχνικῶς καὶ συγκρινεῖ τὸν τοῦ Ἀγαμέμνονος λαὸν πρὸς ἕτερον στρατὸν ἐνδόξων βασιλέων ἱστορίαν παλαιὰν κατὰ τὸν Ἑλληνικὸν ῥήτορα Νέστορα παραπλέκων τοῖς λόγοις αὐτοῦ ἐνδεικνυμένου τοῦ ποιητοῦ πολυτρόπως καὶ εὐμεθόδως τήν τε ἐν λόγοις ποικιλίαν τήν τε πολυμάθειαν. (v. 181 s.) Ὅτι δὲ θαυμάσας ὁ Πρίαμος ἔφη τὸ «ὦ μάκαρ» καὶ ἑξῆς, δηλοῖ Ὅ-