Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.633
Not analysed yet
μηρος εἰπών· «τὸν δ' ὁ γέρων ἠγάσσατο», τουτέστιν ἐξεπλάγη, «φώνησέν τε· ὦ μάκαρ» καὶ τὸ ἐφεξῆς. (v. 182) Ὅρα δὲ καί, ὅτι νῦν μὲν τὸ μοῖρα ἐπ' ἀγαθοῦ εἴληπται ἐν τῷ μοιρηγενές. —δηλοῖ γὰρ τὸν ἐν εὐμοιρίᾳ γεννηθέντα καί, ὡς ἐφεξῆς δηλοῖ, τὸν ὀλβιοδαίμονα—ὅτε δὲ εἴπῃ «ἡμῶν ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται» οὐκ εὔφημόν τι ἡ μοῖρα δηλοῖ. Τὸ δὲ ὀλβιόδαιμον [παρῳδηθὲν ὕστερόν ποτε τὸν ὀλβιογάστορα καὶ τὸν κοιλιοδαίμονα προέφηνεν, ὧν τοῦ μὲν χρῆσις παρὰ τῷ Δειπνοσοφιστῇ ἐν τῷ «Εὐρύβατε κνισσολοιχέ, οὐκ ἔσθ' ὅπως οὐκ ὀλβιογάστωρ εἶ σύ». τοῦ δὲ ἐν τῷ «γάστρων καὶ κοιλιόδαιμον, οὐδὲν ἄλλο σὺ οἶσθα, οὐ λόγους διεξοδικοὺς εἰπεῖν, οὐχ' ἱστορίας μνησθῆναι». Ἔτι ἰστέον καί, ὅτι τὸ ὀλβιόδαιμον] προπαροξύνεται κανόνι τοιούτῳ· τὰ εἰς ων βαρύτονα μακρᾷ παραληγόμενα ἔχοντα κλητικὴν εἰς ον προπερισπῶνται ἁπλᾶ ὄντα, οἷον· ὦ Μαχᾶον, ὦ Ἀρετᾶον, ὦ Ἱκετᾶον. σύνθετα δὲ ὄντα ἀναδίδωσι τὸν τόνον, κυλλοπόδιον, Ποσείδαον, ὀλβιόδαιμον. Ὄλβιος δέ ἐστιν ὁ τὸν ὅλον βίον, ἤτοι τὸν τῆς ζωῆς πάντα χρόνον, ἐν εὐδαιμονίᾳ διάγων. τινὲς δὲ ὄλβιόν φασι κυρίως τὸν ἀπὸ γεωργίας πλούσιον, οὗ ἐν ὀλαῖς ἤτοι κριθαῖς ὁ βίος, ἃς καὶ οὐλὰς ἡ ποίησις λέγει, ἐξ ὧν ὡς ἀπὸ μέρους τὰ ἐκ γῆς δηλοῦται ἀγαθά. [αἱ δὲ ῥηθεῖσαι ὁλαὶ καὶ τὸν ὅλμον ἴσως παράγουσιν, ἐν ᾧ δηλαδὴ αἱ τοιαῦται ὁλαὶ μειοῦνται εἰς πτισσάνης σκευήν.] (v. 184) Ὅτι ἀμπελόεσσαν τὴν Φρυγίαν καλεῖ, τοιαύτην, ὡς εἰκός, οὖσαν κατὰ τὸ ἀμπέλων εὐφορεῖν. (v. 186) Καὶ ὅτι Ὀτρεὺς ὁ Δύμαντος καὶ Μυγδὼν ὁ Ἄκμονος Φρυγίας βασιλεῖς ἐπικουροῦντός ποτε Πριάμου τὸν πρὸς Ἀμαζόνας ἐξήγαγον πόλεμον στρατευσάμενοι παρὰ Σαγγαρίῳ. (v. 184—90) Φησὶ γοῦν ὁ ποιητικὸς Πρίαμος οὕτω· «ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν, ἔνθ' εἶδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους, λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο, οἵ ῥα τότ' ἐστρατόωντο παρ' ὄχθας Σαγγαρίοιο· καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην», ἤγουν ἐν αὐτοῖς ἠριθμήθην, «ἤματι τῷ, ὅτε τ' ἦλθον Ἀμαζόνες ἀντιάνειραι. ἀλλ' οὐδ' οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί», οἱ καὶ ἀλλαχοῦ οὕτω κληθέντες. [(v. 184) Ἐν τούτοις δὲ τὸ ἐσήλυθον νοεῖται μὲν καὶ κατὰ ἀναστροφήν, ἵνα ᾖ καὶ ἐς Φρυγίην ἤλυθον. δύναται δὲ εἶναι ὅμοιον καὶ πρὸς τὸ «κατέδυ Τρώων πόλιν». ὁμοιοῦνται γὰρ τὸ εἰσῆλθε χώραν καὶ κατέδυ πόλιν.] Φρυγίαν δὲ νῦν