Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.634
Not analysed yet
κατὰ τοὺς παλαιοὺς νοητέον τὴν μεγάλην, τὴν παρὰ τῷ ποταμῷ Σαγγαρίῳ, οὐ τὴν μικράν, περὶ ἣν καὶ ἡ Τροία ἐστίν. εἴρηται δὲ περὶ τούτων καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. (v. 189) Αἱ δὲ Ἀμαζόνες, περὶ ὧν καὶ αὐτῶν πλατύτερον αἱ τοῦ Περιηγητοῦ δηλοῦσι Παρεκβολαί, καλοῦνται οὕτω ἢ παρὰ τὸ πηροῦν τὸν ἕτερον τῶν μαζῶν, αἱ οἱονεὶ μονόμαζοι, ὡς ἂν μὴ ἐμποδίζοιντο ἐν τῷ τοξεύειν, εἴγε κατὰ τὸν ποιητὴν ἐπὶ τῶν τοξευόντων «νευρὴ μὲν μαζῷ ἐπέλαζε, τόξῳ δὲ σίδηρος», ἢ παρὰ τὸ τὰ πολλὰ μὴ χρῆσθαι μάζαις, κρέασι δὲ καί που καὶ χελώναις, ὡς αἱ ἱστορίαι φασί, καὶ σαύραις καὶ ὄφεσιν. [Ὅτι δὲ τὸ α σημαίνει ποτὲ καὶ μόνωσιν, δῆλον καὶ ἐκ τοῦ ἁπλοῦν, ὅπερ ἐστὶ μόνον πέλον, ἤτουν ἕν, ὡς οἷον ἄπελον, ἤγουν ἓν πέλον, οὐ μὴν διπλοῦν.] Ἄρεος δὲ μυθεύονται ἀπόγονοι εἶναι καὶ Ἁρμονίας, νύμφης Ναΐδος. ἐλέγοντο δὲ καὶ ἐπὶ πυριπνόων ἵππων ὀχούμεναι ἄλλους τε τόπους καταδραμεῖν καὶ τὴν Φρυγίαν δὲ ἡγουμένων αὐταῖς τῆς στρατείας Μελανίππης καὶ ἑτέρων τινῶν. ἐπιφανεῖς δὲ ἱστοροῦνται Ἀμαζόνες ἄλλαι τε καὶ Ἱππολύτη, ἡ Θησέως ὕστερον γυνή, Ἀντιόπη, Ἄναια, Ἀνδρομάχη, Γλαύκη, Πενθεσίλεια. Ὅτι δὲ τὸν δεξιὸν μαστὸν ἐκ νηπίων πᾶσαι Ἀμαζόνες ἐπεκαίοντο, διὸ καὶ Ἀμαζόνες ἐλέγοντο, καὶ ἡ τοῦ Γεωγράφου ἱστορία δηλοῖ, παρ' ᾧ καὶ ταῦτα κεῖται· τίς ἂν πιστεύσειεν ὡς γυναικῶν στρατὸς ἢ πόλις ἢ ἔθνος συσταίη ἂν χωρὶς ἀνδρῶν; καὶ οὐ μόνον συσταίη, ἀλλὰ καὶ ἐφόδους ποιήσεται ἐπὶ τὴν ἀλλοτρίαν καὶ κρατήσει. ὅμοιον γὰρ τοῦτο, ὡς ἂν εἴ τις λέγῃ τοὺς μὲν ἄνδρας τοὺς τότε γυναῖκας γεγονέναι, τὰς δὲ γυναῖκας ἄνδρας. φέρεται δὲ ἱστορία καὶ τοιαύτη. Ἀμαζών τις Ἀλεξάνδρῳ συμμῖξαι λέγεται ἐν Ὑρκανίᾳ καὶ συγγενέσθαι τεκνοποιΐας χάριν. δῆλον δέ, ὅτι ἀπ' αὐτῶν καὶ παροιμία φέρεται τὸ «ἄριστα χωλὸς οἰφεῖ». ἐπήρουν μὲν γάρ, φασίν, Ἀμαζόνες ἀρρένων σκέλος ἢ δεξιὰν χεῖρα. Σκυθῶν δὲ προκαλουμένων αὐτὰς αὐτοῖς συνοικεῖν, ὡς ἀπηρώτοις οὖσι κατὰ Παυσανίαν, Ἀντιάνειραν, φασί, μίαν τῶν Ἀμαζόνων, θρασεῖαν οὖσαν καὶ ἀκόλαστον, εἰπεῖν· «ἄριστα χωλὸς οἰφεῖ», ὡς ἀρκουμένων αὐτῶν τοῖς χωλοῖς. ὅτι δὲ οὐ μόνον χωλὸς ὁ τὸν πόδα πεπηρωμένος ἐλέγετο, ἀλλὰ καὶ ὁ τὴν χεῖρα κυλλός, δῆλον ἐκ τῶν