Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.635
Not analysed yet
παλαιῶν. (v. 185) Τοὺς δὲ Φρύγας αἰολοπώλους λέγει, ὡς εἴ τις εἴποι ταχυΐππους ἢ ἱππότας ὡς ἐφ' ἵππων κινουμένους—αἰόλλω γὰρ τὸ ταχέως δίκην ἀέλλης κινῶ—. ἢ ποικίλως ἱππαζομένους. (v. 187) Τὸ δέ «παρ' ὄχθας» ἀντὶ τοῦ κατὰ ὄχθας. οἱ δὲ μεθ' Ὅμηρον παρ' ὄχθαις φασίν. (v. 189) Ἀντιάνειραι δὲ Ἀμαζόνες ἀντὶ τοῦ ἐξισούμεναι [πρὸς ἀνέρας ὡς οἷον ἴσανδροι ἢ] ἐναντιούμεναι ἀνδράσι καί, ὡς ἄν τις ἀστείως ἐρεῖ, δηϊάνειραι. (v. 193—8) Ὅτι Ὀδυσσεὺς μείων μὲν κεφαλῇ τοῦ Ἀγαμέμνονος, καθά φησιν ὁ Ὁμηρικὸς Πρίαμος, «εὐρύτερος δ' ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι». τοῦτον λέγει καθημένων Ἀχαιῶν καὶ Τρώων ὡς φιλοβασιλέα ὄντα διευθετεῖν τὰ κατὰ τὸν ἀγῶνα τῆς μονομαχίας, περιϊόντα ἡσύχως οἷα βραβευτήν. διὸ καὶ κτίλῳ ἀρνειῷ αὐτὸν εἰκάζει, τῷ ἡμερωτάτῳ τὸν ἐνηῆ, καὶ ἀρνειῷ πηγεσσιμάλλῳ διερχομένῳ μέγα πῶϋ οἰῶν λευκῶν καὶ οὕτω περιφανεῖ ὄντι. φησὶ γάρ· «τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ, αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν· ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ, ὅς τ' οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων». (v. 196) Ἔστι δὲ κτίλος μὲν ὁ χειροήθης καὶ ἥμερος ἐκ τοῦ κίω, τὸ πορεύομαι, ὁ τῶν ἄλλων προπορευόμενος, ἐξ οὗ καὶ ἐκτιλωμένος παρὰ Παυσανίᾳ, ὁ συνήθης τινί, καὶ κτιλῶσαι ῥῆμα παρὰ Ἡροδότῳ εἰπόντι· «ἐκτιλώσαντο τὰς λοιπὰς τῶν Ἀμαζόνων», ἤγουν εἰς γυναῖκας ἔσχον πραΰναντες. Πορφύριος δὲ καὶ κύριον ὄνομα οἶδε Κτίλον τινά, ὃν Διὸς λέγει ἀπόγονον. (v. 197) Ἀρνειὸς δὲ οὐχὶ τὸ ἀρνίον, ἀλλ' ὁ τέλειος καὶ ἤδη κριός. καὶ δῆλον ἐκ τοῦ τὸν Ὀδυσσέα σώσαντος. ἐκεῖνος γὰρ ἀρνειὸς ὢν κριὸς πέπων ὑπὸ τοῦ Κύκλωπος προσεφωνήθη. γίνεται δὲ ἀπὸ τοῦ ἀρνός ὁ ἀρνειός, ὁμοίως τῷ ἀδελφειός, ἀφνειός, Ἀλφειός, Σπερχειός καὶ τοῖς ὁμοίοις. Τὸ δὲ πηγεσιμάλλῳ ἀντὶ τοῦ μελανομάλλῳ. ὁ γὰρ τοιοῦτος ἀρνειὸς ἐν μεγάλῳ λευκῷ ποιμνίῳ διάδηλος. καὶ κῦμα γὰρ πηγὸν τὸ