Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.636
Not analysed yet
μέλαν. οἱ δὲ πηγεσίμαλλον τὸν λευκόμαλλόν φασιν, ὡς καὶ τοῦ Λυκόφρονος πλόκαμον πηγὸν εἰπόντος τὴν λευκὴν πολιάν. Σκοπητέον δὲ μήπου ἐστὶ ῥῆμα πηγῶ πηγέσω, ἐξ οὗ πηγεσίμαλλος, ἢ τὸ πῆγος, ἐξ οὗ ἂν ὁ πηγεσίμαλλος γίνοιτο ὡς ἐκ τοῦ ἔγχος ἔγχεσιν ὁ ἐγχεσίμωρος. ἀπὸ γὰρ τοῦ πηγόν ὁ πηγόμαλλος ὤφειλεν εἶναι. (v. 198) Ἰστέον δὲ καί, ὅτι κατὰ τὴν παρατήρησιν τῶν παλαιῶν τὴν τοῦ οἰῶν εὐθεῖαν οὐδέποτε μονοσυλλάβως εἶπεν ὁ ποιητής «οἶς», ἀλλὰ διαλελυμένως «ὄϊς». καὶ τὰς πλαγίους δὲ διαλύει, εἰ μὴ μέτρον κωλύει, ὡς ἐν τῷ «οἰὸς ἀώτῳ». καὶ ἔστιν ἀναλογώτερον τὸ δισύλλαβον. οὐδὲ γάρ ἐστιν ἄλλο τοιοῦτον, εἰ μὴ παρὰ Ἀττικοῖς αὐτό τε καὶ τὸ φθοῖς. Σημείωσαι δὲ καί, ὅτι οὐ μικροποιὸς ἡ παραβολὴ πώεϊ τὸν τοσοῦτον λαὸν εἰκάσασα. πρὸς μόνον γὰρ τὸ τοῦ Ὀδυσσέως ἐνηὲς εἴληπται καὶ τὴν ἐκείνου ἠρεμαίαν καὶ ἀκακοήθευτον ἐν τοσούτῳ λαῷ πρὸς τὸ παρὸν κίνησιν, εἰ καὶ τρόπον ἕτερον πολυμήχανος ἦν. ἄλλως γὰρ οὐδὲν ὅμοιον ἔχει οὔτε ἀρνειῷ ὁ τηλικοῦτος Ὀδυσσεὺς οὔτε πώεϊ ὁ τοσοῦτος στρατός. Ὅρα δὲ καί, ὅτι, ὥσπερ πρὸ μικροῦ συντομωτάτῃ παραβολῇ χρησάμενος τῇ «ὄρνιθες ὥς» ἐπήγαγε πλατυτέραν ἑτέραν ἐφερμηνευτικήν, οὕτω καὶ ἐνταῦθα ποιεῖ. εἰπὼν γάρ, ὅτι Ὀδυσσεὺς κτίλος ὣς ἐπεπωλεῖτο τὸν στρατόν, ἐπήγαγεν· «ἀρνειῷ μιν ἔγωγε ἐΐσκω» καὶ ἑξῆς. τοῦτο δὲ καὶ διασαφητικόν ἐστι τοῦ κτίλος. δῆλον γάρ, ὅτι κτίλος ἐστὶν ἀρνειὸς τὸ πῶϋ πᾶν περιερχόμενος διὰ χειροήθειαν. [(v. 194) Ἰστέον δέ, ὅτι τὸ «εὐρύτερος ἰδέσθαι» διφορεῖται τῇ φράσει. ἔστι γὰρ εἰπεῖν καὶ εὐρύτερος ἰδεῖν κατὰ τὸ «καλὸς ἰδεῖν» καὶ τὰ τοιαῦτα.] (v. 201 s.) Ὅτι οὐδὲν ἐμποδὼν εἰς ἀνδρὸς ἀγαθοῦ γένεσιν φαυλότης πατρίδος. καὶ τοῦτο ἔδειξε μὲν καὶ ἡ λυπρὰ Πέλλα μέγαν βασιλέα προενεγκοῦσα τὸν Ἀλέξανδρον. καὶ Ἀνάχαρσις δὲ ὁ Σκύθης αὐτὸ πιστοῦται [καὶ ἡ τὸν σοφὸν δὲ Θεμίστιον προενεγκαμένη, ὡς ἐκεῖνός που ἱστορεῖ, μαρτυρεῖ.] δηλοῖ δὲ πρὸς ἄλλοις μυρίοις καὶ ἡ Ἰθάκη νῆσος, οὐ πολλοῦ λόγου ἀξία, ἐξ ἧς, ὡς ἡ Ἑλένη φησί, τραχείας οὔσης ἔβλαστεν ὁ πολύμητις Ὀδυσσεύς, «ὅς», φησί, «τράφη ἐν δήμῳ Ἰθάκης», τῷ καὶ ἐν Ὀδυσσείᾳ, «κραναῆς περ ἐούσης, εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά». καὶ ὅρα, ὅτι καὶ νῦν Πρίαμος μὲν σωματικῶς ἐπῄνεσε τὸν Ὀδυσσέα, Ἑλένη δὲ εἰς τὴν ψυχὴν ἐκείνου προέκυψε. (v. 202) Σημείωσαι δὲ καί, ὅτι τὸ «εἰδὼς δόλους» αἰτιατικῇ συνέταξεν, ἀλλαχοῦ δὲ γενικῇ, ὡς καὶ ἐν τῷ «τόξων εὖ εἰδώς» καὶ «εὖ εἰδὼς τεκτοσυνά-