Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.643
Not analysed yet
Ἰστέον δὲ καί, ὅτι ἐν τοῖς ῥηθεῖσι κατὰ σχῆμα ἐπιμονῆς ἡ Ἑλένη ἐπαναφορικῶς τῇ αὐτῇ χρᾶται πτώσει ἐν τῷ οὗτός γ' Ἀτρείδης, οὗτος δ' αὖ Λαερτιάδης, οὗτος δ' Αἴας ἐστὶ πελώριος. (v. 228) Καὶ ὅτι τανύπεπλον τὴν Ἑλένην λέγει οὐ μόνον ὡς τανύουσαν Ῥωμαϊκῶς καὶ ἐπισύρουσαν κάτω τὸν πέπλον, ὅς ἐστιν ἐνταῦθα γυναικεῖον ἱμάτιον, ἀλλὰ καὶ ὡς εὔσαρκον καὶ οὐκ ἰσχνήν, ἀλλὰ τείνουσαν καὶ ἐξαπλοῦσαν καὶ ἐμπιπλῶσαν τὸν πέπλον τῷ εὖ διεστηκέναι αὐτῇ τὴν φυὴν τοῦ σώματος. ὅτι δὲ κατὰ τὴν ἀνωτέρω ἑρμηνείαν τῆς τανυπέπλου πεπύκνωται καὶ Ῥωμαϊκοῖς ἔθεσιν ἡ Ὁμηρικὴ ποίησις, ἐν Ὀδυσσείᾳ δεδήλωται. (v. 230) Ὅτι καὶ ἐνταῦθα συντομωτάτη παραβολὴ ἐν τῷ «Ἰδομενεὺς δ' ἑτέρωθεν ἔστηκε θεὸς ὥς», οὐδὲ γὰρ ἐχρῆν αὐτὴν πλατῦναι σωματικῶς. Σημείωσαι δέ, ὅτι περὶ μὲν τῶν ἄλλων ἡ Ἑλένη ἐρωτηθεῖσα εἶπε, περὶ δὲ τοῦ Ἰδομενέως οὐχ' οὕτως, ἀλλὰ μόνη ἀφ' ἑαυτῆς. καὶ ὅρα τὴν Ὁμηρικὴν καὶ ἐν τούτοις ποικιλίαν. περὶ γὰρ τοῦ βασιλέως Πρίαμος μὲν ἐρωτᾷ, Ἑλένη δὲ λαλεῖ, εἶτ' αὖθις αὐτὸς ὁ Πρίαμος ἔπαινον ἐκείνου λέγει, περὶ δὲ Ὀδυσσέως πυνθάνεται μὲν ὁμοίως ὁ Πρίαμος καὶ ἡ Ἑλένη ἀποκρίνεται, ὁ δὲ Ἀντήνωρ λαλεῖ πρὸς ἔπαινον, περὶ δὲ Μενελάου μηδενὸς ἐρωτήσαντος παραρριπτεῖ ὁ Ἀντήνωρ ὡς εὖ εἰδὼς τὰ περὶ μεγέθους καὶ φυῆς καὶ λογιότητος, περὶ δὲ τοῦ Αἴαντος ἐρωτήσας καὶ μαθὼν ὁ Πρίαμος οὐδὲν οὐδ' ὅλως λέγει δι' αὐτόν, τὸν δ' Ἰδομενέα δείκνυσιν ἡ Ἑλένη μηδὲν ἐρωτηθεῖσα περὶ αὐτοῦ. μικρὸν δὲ προϊοῦσα καὶ τῶν ἀδελφῶν δίχα ἐρωτήσεως μεμνήσεται τῶν ἤδη τεθνεώτων. καὶ οὕτως ὁ ἀκροατὴς πολλὰς ἱστορίας πολυτρόπως ἐνταῦθα μανθάνει οὐ μόνον περὶ ἔτι ζώντων, ἀλλὰ καὶ μηκέτ' ὄντων, ὡς καὶ πρὸ μικροῦ περὶ Ὀτρέως καὶ Μυγδόνος καὶ Ἀμαζόνων. οὕτως εὐμηχάνως Ὅμηρος τὰς ἔξω τε τοῦ νῦν καιροῦ ἱστορίας ἐπεισοδιάζει τῇ ποιήσει καὶ ταῖς μεθόδοις αὐτὴν καταποικίλλει τῶν ἀφηγήσεων. ἕκαστον γὰρ τῶν ἐνταῦθα προσώπων ἄλλως καὶ ἄλλως μεθοδεύσας παρέθετο ἐκφεύγων, ὡς εἴωθε, τὸ μονοειδὲς καὶ ὕπτιον τοῦ ἱστορικοῦ ἀφηγηματικοῦ. μεμάθηκε γοῦν ὁ ἀκροατὴς τὰ μὲν ἐρωτήσαντος Πριάμου, τὰ δὲ καὶ ἄλλως ἐκ παρόδου πολυειδῶς. Ὅρα δὲ καί, ὅπως ἐκ βασιλέως τοῦ Ἀγαμέμνονος ὁ ποιητὴς ἤρξατο, εἶτα εἰς Ὀδυσσέα καὶ τελευταῖον εἰς Αἴαντα διέβη τῇ ἐρωτήσει, προτάξας μὲν τὴν βασιλείαν, ὑποτάξας δὲ τὴν φρόνησιν, μετὰ δὲ αὐτὴν θεὶς τὴν ἀνδρείαν, πλεῖον δέ τι μὴ περιεργασάμενος. (v. 231) Ὅτι ἀγοὺς ἐνταῦθα τοὺς ὑπὸ βασιλεῖ στρατηγοὺς λέγει. φησὶ γάρ· «ἔστηκεν Ἰδομενεύς», ὁ τῶν Κρητῶν δηλαδὴ βασιλεύς, «ἀμφὶ δέ μιν Κρητῶν ἀγοί». Ὅτι οὐ μόνον ὡς συγγενὴς τῶν βασιλέων ὁ Ἰδομενεὺς εἰς Τροίαν ἦλθεν, ἀλλὰ καὶ ξενίας