Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.644
Not analysed yet
χάριτας, ὡς εἰκός, ἀποτίνων. φησὶ γὰρ Ἑλένη, ὅτι «πολλάκι μιν ξείνισεν ἀρηΐφιλος Μενέλαος οἴκῳ ἐν ἡμετέρῳ, ὁπότε Κρήτηθεν ἵκοιτο». τοῦτο δὲ καὶ διὰ πιθανότητα λόγου κεῖται. πῶς γὰρ ἂν ἡ Ἀργεία Ἑλένη τὸν οὕτως ἀπῳκισμένον νησιώτην ἄλλως ἐγίνωσκεν, εἰ μὴ θαμὰ ἐκεῖνος παρ' αὐτοῖς ἐξενίζετο; (v. 234—6) Ὅτι τὸ «νῦν δ' ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς, οὕς κεν ἐῢ γνοίην», ἤγουν εὖ γνοίην, «καὶ τοὔνομα μυθησαίμην, δοιὼ δ' οὐ δύναμαι ἰδέειν», λέγει μὲν ἡ Ἑλένη, ἐμφαίνει δὲ ὡς ἐν σχήματι παραλείψεως εὐμεθόδως, ὅτι ἠδύνατο καὶ ἄλλας ἐνταῦθα πολλὰς ἱστορίας τοιαύτας παρενθεῖναι ὁ ποιητὴς καὶ μυθήσασθαι κατὰ ὁμοίαν ἐπιβολήν, εἰ μὴ ἔξω ἦν τοῦτο τοῦ ἔργου. δύναται δέ τις αὐτὸ παρῳδήσας εἰπεῖν καὶ ἐπὶ φίλων θανόντων ἢ καὶ ἄλλως ἀποδημούντων. πῶς δὲ ἑλίκωπες οἱ Ἀχαιοί, ἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται. (v. 235) Ὅρα δὲ καί, ὅτι τοῦ εὖ εἰδέναι γενικῇ συντασσομένου Ὁμηρικῶς ἐν τῷ «τόξων εὖ εἰδώς», ἔτι δὲ καὶ τοῦ γνῶναι, ὡς καὶ ἡ Ὀδύσσεια δηλοῖ, τὸ «οὕς κεν ἐῢ γνοίην», ἤγουν οὓς ἂν εὖ γνοίην, αἰτιατικὴν ἔσχε σύνταξιν, ὁμόστοιχον ἐκείνοις ὄν. αἴτιον δὲ τὸ ἐπαμφοτερίζειν τὴν σύνταξιν καὶ διὰ τοῦτο καὶ τοὺς ῥήτορας ὧδε καὶ ὧδε φράζειν. ὁ γοῦν τὰ Διονυσιακὰ ποιήσας ὀκνήσας ἀκολουθῆσαι Ὁμήρῳ εἰς τὴν γενικὴν σύνταξιν, κατὰ αἰτιατικὴν πτῶσιν, ὥς που καὶ προγέγραπται, ἔφη τὸ «εὖ εἰδὼς πόνον ἄλλον ἐπὶ στονόεντι κάρητι». διὸ καὶ Σοφοκλῆς ἐν στίχῳ ἑνὶ οὐκ ὤκνησε διπλόην θέσθαι συντάξεως εἰπών· «ὦ δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς». ἔχων γὰρ φάναι «ὦ δυσθέατον ὄμμα καὶ τόλμη πικρά», ὅμως ἐξήλλαξε τὴν φράσιν διὰ τὸ καὶ οὕτω καὶ οὕτω δύνασθαι λέγεσθαι, οἷον· «ὦ δυσθεάτου καὶ ὄψεως καὶ τολμήματος» καὶ πάλιν· «ὦ δυσθέατος ὄψις καὶ τόλμημα». τὸ δέ «τοὔνομα μυθήσεσθαι», ἤγουν εἰπεῖν, κατὰ τὸ «τίς ἂν πάντων οὐνόματ' εἴπῃ» μετὰ προθέσεώς φασιν οἱ μεθ' Ὅμηρον, οἷον πρὸς ὄνομα εἰπεῖν. (v. 236—42) Ὅτι τῶν Διοσκούρων μνησθεῖσα ἡ Ἑλένη, περὶ ὧν καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν εἴρηται, αὐτοκασιγνήτους αὐτοὺς λέγει καὶ ἡγεμόνας λαῶν καλεῖ. καὶ τὸν μὲν Κάστορα ἱππικὸν οἶδε, τὸν δὲ Πολυδεύκην ἄριστον πύκτην. καὶ αὐτὴ μὲν ἐθέλει αὐτοὺς ἰδεῖν, Ὅμηρος δὲ θανεῖν ἱστορεῖ τούτους ἐν Λακεδαίμονι, ὡς καὶ ὁ Λυκόφρων ἐκτίθεται. Φράζει δὲ τὰ ῥηθέντα Ὅμηρος οὕτω· «δοιὼ δ' οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν, Κάστορά θ' ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα, αὐτοκασιγνήτω», «ἢ οὐχ' ἑπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς, ἢ δεῦρο μὲν ἕποντο», οὐκ ἐθέλουσι δέ «πόνον καταδύμεναι ἀνδρῶν, αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ' ἅ μοί ἐστιν».