Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.645
Not analysed yet
Καὶ ὅρα, ὅτι ὁμολογεῖ καὶ νῦν ὡς καὶ ἐν ἄλλοις ἡ Ἑλένη αἰσχρὸν πρᾶγμα ποιῆσαι καὶ ἐπονείδιστον τὸ εἰς Τροίαν ἀκολουθῆσαι τῷ μοιχῷ Πάριδι. Ἰστέον δὲ καί, ὡς Ἑλένη μὲν ἀμφιβάλλει, ὡς εἰκός, εἰ μὴ ἦλθον εἰς Τροίαν οἱ Διόσκουροι, Ζηνόδοτος δὲ διοικητὰς ἐν Λακεδαίμονί φησι καταλελεῖφθαι αὐτούς. Σημείωσαι δέ, ὅτι ἐν ἰατρικῷ βίβλῳ εὕρηνται αἱ παρωτίδες καλούμεναι διόσκουροι. ἐν δὲ τῷ αὐτῷ καὶ ὁ στάχυς ἐπὶ μέρους σώματος εὑρέθη κείμενος, ὃ καὶ παρὰ πολλοῖς εἰς ἔτι νῦν φέρεται, οἳ συὸς ἢ προβάτου στάχυν φασὶ τὰ περὶ τὰς ψόας. Ὅτι δὲ οἱ Διόσκουροι καὶ εἰς τὰ δύο ἡμισφαίρια τοῦ παντὸς ἐνοήθησαν καὶ εἰς τοὺς τροπικοὺς δὲ μάλιστα κύκλους, ὁ παραβάτης Ἰουλιανὸς ἔγραψεν, ὡς δηλοῦται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ἔτι ἰστέον καί, ὅτι δυνατὸν μὲν ἦν τὴν Ἑλένην διὰ τοσούτων ἐτῶν μαθεῖν τὰ κατὰ τοὺς ἀδελφοὺς ἀπὸ αἰχμαλώτων ἢ καὶ ἄλλως πως, ἐπεκρύπτετο δὲ αὐτῇ ὁ θάνατος ἐκείνων ἐπίτηδες Ἀλεξάνδρου, οἷα εἰκός, τοῦτο μηχανωμένου, ὡς ἂν μὴ τήκοιτο δακρυχέουσα. Ὁμηρικὸν δὲ πολλαχοῦ ἔθος φανεῖται κατὰ οἰκείαν τεχνικὴν μέθοδον τὸ ἐν πράγμασι μὴ μόνον αὐτὸ τὸ ὂν λέγειν, ἀλλὰ στοχαστικῶς καὶ τὸ μὴ ὄν, ὡς καὶ ἐνταῦθα ποιεῖ πλάσας τὴν Ἑλένην μὴ μόνον τὸ ἀληθὲς εἰποῦσαν, ὡς οἴκοι μεμενήκασιν οἱ ἀδελφοί, ἀλλὰ καί, ὡς εἰς Τροίαν ἐλθόντες εὐλαβοῦνται φαίνεσθαι ὅπερ οὐκ ἔστιν. (v. 237 s.) Ὅρα δέ, [ὅτι τε δυνάμενος Ὅμηρος Πολυδεύκην εἰπεῖν κοινῶς, ὅμως εἵλετο ἰωνίσαι καὶ γράψαι Πολυδεύκεα, ἐξ οὗ πάθος γέγονε στιχηρόν, λεγόμενον ὑπέρμηκες, τὸ δ' αὐτὸ καὶ δολιχόουρον,] καὶ ὅτι τοὺς αὐτοκασιγνήτους ἑρμηνεύουσά φησι· «οὕς μοι μία γείνατο μήτηρ», πρὸς οὓς δηλαδὴ γνησιώτερον οἱ πολλοὶ διάκεινται ἤπερ πρὸς τοὺς ὁμοπατρίους μέν, ἀμφιμητρίους δέ, ὡς δηλώσει που καὶ ἐν τοῖς ἑξῆς τὸ «ἐπεὶ οὐχ' ὁμογάστριος Ἕκτορός εἰμι». αἰτία δὲ τοῦ φιλεῖσθαι μάλιστα τοὺς τοιούτους, διότι, φασί, τοὺς μὲν ὁμογαστρίους ἴσασιν ἀδελφοὺς οἱ ἄνθρωποι, τοὺς δὲ ἀμφιμητρίους οἴονται. Ὅρα δέ, ὅτι Ὁμήρου τοὺς κασιγνήτους ἑρμηνεύσαντος Σοφοκλῆς τὴν ὅμαιμον διασαφεῖ ἐν τῷ «πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης». ποιεῖ δὲ τοῦτο ἐκεῖνος διὰ τὸ μὴ πάντα ὅμαιμον ἤδη καὶ κασίγνητον εἶναι. ὅμαιμοι γὰρ πολλαχοῦ καὶ οἱ ἁπλῶς καθ' αἷμα καὶ προσγενεῖς, ὡς δηλοῖ καὶ Λυκόφρων, ὁ καὶ αὐθομαίμους τοὺς τοῦ αὐτοῦ γένους εἰπών. [Ἰστέον δὲ καί, ὅτι Ὁμήρου τοὺς κασιγνήτους αὐτοκασιγνήτους εἰπόντος κατά τινα ἐνδιάθετον ἐπίτασιν λαβόντες οἱ μεθ' Ὅμηρον