Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.646
Not analysed yet
ἀφορμὴν ἐντεῦθεν τὸ αὐτοζῷον καὶ τὸν αὐτοάνθρωπον ὑπεροχικῶς εἶπον καὶ ὅσα τοιαῦτα, καὶ ὅτι ἐκ τοῦ ὁ γνωτός δοκεῖ τροπῇ τοῦ ω εἰς η γενέσθαι ὁ κασίγνητος.] (v. 239) Ἐρατεινὴν δὲ Λακεδαίμονα λέγει, ὡς καὶ πρὸ ὀλίγου εἶπεν ὁμηλικίην ἐρατεινὴν καὶ φίλην πατρίδα, καὶ διότι δὲ χώρα εὐδαίμων ἡ Λακεδαίμων. (v. 241) Πόνον δὲ ἀνδρῶν τὴν ἐν πολέμῳ λέγει νῦν ἐνέργειαν ἢ κακοπάθειαν. (v. 242) Τὸ δὲ δειδιότες τὴν ἄγαν πολλὴν δηλοῖ εὐλάβειαν καὶ αἰδῶ. (v. 243) Φυσίζοος δὲ ἡ φύουσα τὰ πρὸς ζωὴν χρήσιμα. αἰτία δ' ἐνταῦθα τῆς ἐν τῇ παραληγούσῃ μικρογραφίας οὐ ποιητικὴ ἄδεια, ἀναλογία δέ τις γραμματική. τὸ γὰρ ζωή ἀπὸ τοῦ ζέω ζῶ γεγονός, διὰ τὴν τῶν ζώντων θερμότητα, οὐκ ἀλόγως ἂν διὰ τοῦ ο μικροῦ ἔχοι γράφεσθαι, ὡς ἔχον τὸ ε προεγκείμενον ῥήματι, [ἵνα ᾖ ὅμοιον τῷ ῥέω ῥοή, χέω χοή καὶ τοῖς ὁμοίοις.] Ἐπεὶ δὲ ἐν τῷ ζωή, ἁπλῷ ὀνόματι, ἐμεγέθυνε τὸ ω κανὼν ἐκνικήσας, ὁ τῆς προσλήψεως τῆς συλλαβῆς ἐν τῷ ἐνεστῶτι τῷ ζῶ, —ὡς γὰρ ῥῶ, τὸ ὁρμῶ, ῥωή καὶ ἐρωή, ἡ ὁρμή, οὕτω καὶ ζῶ ζωή. οὕτω δὲ καὶ ζῷον, ὡς λῶ λῷον. —προσήρμοσε λοιπὸν τῷ συνθέτῳ τῷ φυσίζοος ἡ ἑτέρα γραφὴ καὶ ἀντὶ τοῦ ε, τοῦ ἐν τῷ ζέω ζῶ θεματικῷ ῥήματι ἐγκειμένου, ἀντετέθη ἐνταῦθα τὸ ο. εἰ δὲ τὰ Ἡροδότου ἀντίγραφα ἀσφαλῶς ἔχει κατὰ τὴν διὰ τοῦ ο μικροῦ γραφὴν τῆς ζωῆς ἐν τῷ «ὁ θάνατος μοχθηρᾶς οὔσης τῆς ζοῆς αἱρετώτερος τῷ ἀνθρώπῳ γέγονεν», —εὕρηται γάρ που καὶ τοιαύτη γραφή—ἐκεῖθεν ἂν εἴη συντεθὲν τὸ φυσίζοος γῆ, ὃ ταὐτόν πώς ἐστι τῷ ζείδωρος. Ἰστέον δέ, ὅτι τινὲς φυσίζοον εἶπον τὴν ζῷα φύουσαν, ὡς ἐν ῥητορικῷ φέρεται Λεξικῷ. (v. 245) Ὅτι ὅρκια πιστὰ οὐ μόνον αὐτοὶ οἱ ἔνορκοι λόγοι, ἀλλὰ καὶ τὰ ἐν ὅρκοις χρειώδη. φησὶ γοῦν· «κήρυκες δ' ἀνὰ ἄστυ φέρον ὅρκια πιστά, ἄρνε δύο καὶ οἶνον ἐΰφρονα, καρπὸν ἀρούρης,