Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.647
Not analysed yet
ἀσκῷ ἐν αἰγείῳ». τοιοῦτον καὶ τὸ «σύναγον ὅρκια», ἤγουν συνῆγον τὰ εἰς ὅρκον χρήσιμα. (v. 252) Καὶ τὸ τάμνειν δὲ ὅρκια παρ' Ὁμήρῳ καὶ Ἡροδότῳ τὸ θῦσαι τὰ ἐπὶ ὅρκῳ σφάγια δηλοῖ. Ἰωνικὴ δὲ λέξις τὸ τάμνειν ἐπὶ τοῦ θύειν καὶ τὸ ἔταμον καὶ τὰ ὅμοια καὶ πολλαχοῦ κεῖται καὶ ἔχει συντομίαν καὶ πολὺν νοῦν. συγκροτεῖται δὲ διά τε ἄλλων καὶ τοῦ «ἐκ κεφαλέων τάμνε τρίχας» καὶ «ἀπὸ στομάχους ἀρνῶν τάμε». Τὸ δὲ ὅρκους προβῆναι προϊὼν ὅρκια πιστὰ γενέσθαι φησίν. (v. 247) Ἔστι δὲ φέρειν μὲν τὸ βαστάζειν, ἐξ οὗ καὶ τὸ φοράδην ἐπίρρημα. διὸ καὶ τὸ «ἔφερε δὲ κρητῆρα φαεινόν» ταὐτόν ἐστι τῷ ἐβάσταζεν. (v. 246) Οἶνος δὲ εὔφρων ὁ εὐφραντικὸς καί, ὡς ἀλλαχοῦ ἐρεῖ, μελιηδής. Τὸ δέ «καρπὸν ἀρούρης» πρὸς διαστολὴν εἶπε τοῦ λοιποῦ τοῦ μὴ ἐξ ἀρούρης, ὃν αἱ ἀγριάδες γεννῶσιν. ἐκεῖνος γὰρ οὐκ ἂν εἴη οὕτως εὔφρων. Σημείωσαι δέ, ὅτι νῦν μὲν ἁπλῶς ἄρουρα ἡ ἀρουμένη γῆ, παρὰ δὲ Ἡροδότῳ καὶ ὥρισται, εἰπόντι «ἄρουρα ἑκατὸν πήχεων Αἰγυπτίων πάντῃ». (v. 247) Τὸ δέ «ἀσκῷ ἐν αἰγείῳ» διὰ πολυπειρίαν τοῦ ἀκροατοῦ παρέρριπται, ἵνα μὴ λανθάνῃ τὸν ἀκούοντα, ὡς ἐκ προβάτου μὲν οὐκ ἂν ἀσκὸς εὔχρηστος γένοιτο, ἐξ αἰγὸς δέ. [Οἱ δὲ ὕστερον καὶ βόειον ἀσκὸν καινοπραγήσαντες εἰς οἴνου ἀγγεῖον εἰς ἑτεροίους καιροὺς ἐξεῦρον αὐτόν. ἄλλου δὲ καιροῦ καὶ οἱ νενασμένοι οἴνου ἀμφορέες. οἱ δὲ βῖκοι οὐδὲ αὐτοὶ γνωστοὶ τῷ ποιητῇ, καθάπερ οὐδὲ αἱ πυτῖναι, ὧν παράγωγα τὰ πυτιναῖα πτερὰ παρὰ τῷ Κωμικῷ. γενικὴ δέ τις λέξις ὁ ἀσκός, εἴγε καὶ ἄνθρωπος ἀποδαρῆναί που εἰς ἀσκὸν ἱστόρηται καὶ δελφῖνος δὲ ἀσκῷ λέγεται ὁ ποιητικὸς Αἴολος ἀνέμους ἐγκλεῖσαι.] (v. 245 s.) Σημείωσαι δὲ καί, ὅτι δίχα βουλῆς τῶν βασιλέων ἡ τῶν σφαγίων ἐπιλογὴ γέγονε πρὸς τῶν κηρύκων, ὡς ἢ κατὰ τὸ σιωπώμενον τῶν βασιλέων καὶ ταῦτα κελευσάντων, ὁποῖα πολλὰ καὶ τοιαῦτα παρὰ τῷ ποιητῇ, ἢ ὅτι ἐξῆν οἴκοθεν ποιεῖν τινα τοιαῦτα καὶ τοὺς κήρυκας. οὕτω δὲ καὶ ἐν ἡρωϊκῇ μονομαχίᾳ κήρυκες ὁμοίῳ λόγῳ τοὺς μονομάχους συμβιβάσαντες παύσουσιν. (v. 252) Ὅτι ἠνεμόεσσαν ὁ ποιητὴς πολλαχοῦ τὴν Ἴλιον λέγων ὡς ἐφ' ὑψηλοῦ ἱδρυμένην διὰ τοῦτο ἐς πεδίον ἔφιππον ἐκεῖθεν καταβῆναι τὸν Πρίαμον ἄρτι φησίν, ὅ ἐστιν εἰς τὴν πεδιάδα, ὃν τρόπον καὶ τὸ κλίσιον κλισιάδα Ἡρόδοτός φησι. πίστις δ' ἐνταῦθα προκαταβέβληται τῆς μετὰ ταῦτα διφρείας τοῦ γέροντος, ἣν καὶ ἐν τῷ τέλει τῆς