Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.648
Not analysed yet
Ἰλιάδος ἀναγκαίως ποιήσεται λυσόμενος Ἕκτορα. (v. 248—50) Ἰδαίου δὲ τοῦ κήρυκος καλέσαντος κατέβη ὁ Πρίαμος ἀκούσας τὸ «ὄρσεο καλέουσιν ἄριστοι» καὶ ἑξῆς. (v. 259) Ὅτι ῥιγῶ μὲν ῥιγώσω ἐπὶ τοῦ κατὰ σῶμα πάθους ἐκ κρύους, ῥιγῶ δὲ ῥιγήσω ἐπὶ τοῦ κατὰ ψυχὴν δέους καὶ τῆς ἐντεῦθεν φρίκης. ὁ γοῦν γέρων Πρίαμος οὕτως ἐνταῦθα ἐρρίγησεν ἀκούσας μέλλειν μονομαχήσειν τὸν υἱόν. ἔπαθε γὰρ τὴν ψυχὴν οἷα πατήρ. διφοροῦνται δέ, ὡς προεγράφη ἐν τῇ αʹ ῥαψῳδίᾳ, καὶ ἕτερα ὁμοίως ῥήματα. δηλῶ γοῦν δηλώσω, τὸ δείξω, δηλῶ δὲ δηλήσω, τὸ βλάψω, κυκλῶ κυκλώσω κοινῶς, κυκλῶ δὲ κυκλήσω παρ' Ὁμήρῳ, τὸ ἐφ' ἁμάξης ἄξω, δινῶ δινήσω, τὸ συστρέψω, δινώσω δὲ ἀντὶ τοῦ τορεύσω, ὅθεν καὶ δινωτόν τὸ τορευτόν, ζηλῶ ζηλώσω, τὸ μιμήσομαι, ζηλῶ δὲ ζηλήσω, τὸ φθονήσω, ἐξ οὗ οἱ παρὰ τῷ ποιητῇ ζηλήμονες θεοί καὶ ἕτερα. ἐκ δὲ τοῦ Ὁμηρικοῦ ῥιγήσω καὶ ῥιγεδανὴ Ἑλένη καὶ ῥιγηλόν τὸ φρικτόν, ᾧ ἴσον τὸ ῥίγιον. (v. 261 s.) Ὅτι ἀναβῆναι μὲν εἰς δίφρον ἐλέγετο ὁ ἡνίοχος, ὡς ἐνταῦθα ὁ Πρίαμος ἀνέβη, κατὰ δ' ἡνία τεῖνεν ὀπίσσω. παραβῆναι δὲ καὶ παραιβάτης, ὡς μυριαχοῦ φανήσεται, ὁ σὺν ἐκείνῳ εἴτε ὅπλα φορῶν, ὡς ἐπὶ μάχῃ, εἴτε καὶ ἄλλως διὰ συνοδίαν, ὡς ἐνταῦθα ὁ ἀγχίνους Ἀντήνωρ, καθὰ δηλοῖ τὸ «πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσατο δίφρον», ὃν δὴ Ἀντήνορα καὶ ὡς πεπνυμένον συμπαραλαμβάνει ὁ Πρίαμος καὶ ὡς φίλον δὲ τοῖς Ἕλλησι, καθὰ προγέγραπται, ἵνα ἔχῃ δι' αὐτοῦ ἀσφάλειαν, εἴ που καὶ παραπέσοι τι κακόν, ἅμα δὲ καὶ ὡς λόγιον, ἐὰν δημηγορίας τύχοι καιρός. ὅτι δὲ Θεόκριτος τὴν παρ' αὑτῷ ἐριθακίδα ἤτοι μισθώτριαν παραιβάτιν λέγει καὶ διὰ τί, ζητητέον ἐκεῖ. (v. 262) Δίφρος δὲ τόπος τοῦ ἅρματος ὁ τοὺς ῥηθέντας φέρων, διὸ καὶ δίφρος λέγεται ὡς οἱονεὶ δύφορος καὶ τροπῇ καὶ συγκοπῇ δίφρος. ἀπ' αὐτοῦ δὲ ὡς καιριωτέρου μέρους καὶ τὸ ὅλον ἅρμα δίφρος ἐλέγετο, ὡς καὶ ἀπὸ τοῦ βωμοῦ, καθὰ προεδηλώθη, ὁ ναὸς καὶ ἀπὸ τῆς ἑστίας ὁ πᾶς οἶκος καὶ ἐκ τοῦ ὅρμου