Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.649
Not analysed yet
ὅλος ὁ λιμήν. παρὰ μέντοι τοῖς ὕστερον καὶ ἐπὶ τῆς κοινότερον λεγομένης σέλλας ἡ λέξις κειμένη εὕρηται. Ὅμηρος δὲ τῷ Εὐμαίῳ δίφρον ἀεικέλιον, ἤγουν θρόνον, παρατίθησι καθεσθῆναι, καὶ ἡ Ἑλένη δὲ τῇ Ἀφροδίτῃ ἐν τῷ τέλει τοῦ γράμματος τούτου, ὥστε πολυσήμαντον καὶ ὁ δίφρος. οὐκ ἄδηλον δέ, ὅτι καὶ ἐπ' ἄλλων τροπὴ διχρόνου ὡς ἐν τῷ δίφρῳ γίνεται. τὸ γοῦν μῖσος ἐκ τοῦ μύειν παρῆκται, ἀφ' οὗ καὶ τὸ μῦσος· μύει γὰρ ἐπὶ τοῖς ἐχθροῖς ὁ μισῶν, ἤγουν ἀλλὰ ὄσσε πάλιν κλίνει μηδὲ εἰσορᾶν ἐθέλων. οὕτω καὶ τὸ στρυφνός, εἰ καὶ ὁ λόγος κατὰ Ἡρωδιανὸν διὰ τοῦ υ αὐτὸ ἀπαιτεῖ, —ὡς γὰρ τέρπω τερπνός, στέγω στεγνός, οὕτω καὶ στύφω στυφνός. καὶ καθάπερ κέντον, κέντρον, οὕτω πλεονασμῷ τοῦ ρ καὶ στυφνός στρυφνός—ὅμως εὕρηται καὶ διὰ τοῦ ι προφερόμενον. στριφνός γάρ φησιν. ὁμοίως καὶ ἐκ τοῦ Μοῦσα κοινῶς ἡ Αἰολικὴ Μοῖσα καὶ πάντα τὰ κατ' αὐτήν, ἃ καὶ παρὰ Πινδάρῳ κεῖνται. καὶ ἐκ τοῦ ὕδωρ ὁ ἱδρώς, διὸ καὶ δασύνεται. καὶ ἐκ τοῦ ἶφι καὶ θυμός ὁ ἴφθιμος, ὡς προγέγραπται· καὶ ἐκ τοῦ δύο τὸ δίς ἐπίρρημα· καὶ ἡ Ἀφροδίτη δὲ ὡς ἐξ ἀφροῦ ἀναδῦσα τροπὴν ὁμοίαν ἔχει· καὶ ὁ χιτών δὲ ὡσαύτως ἐκ τοῦ χύω γίνεται καὶ ὁ φῖτυς ἐπὶ πατρὸς καὶ ὁ φιτρός, ὁ ἔστι κορμός, ἐκ τοῦ φύω· καὶ ἐκ τοῦ δεύω δεύσω δεῖσσα, ἡ ὑγρασία, καὶ ἐκ τοῦ χεύματος ὁ χειμών. (v. 261) Ἰστέον δὲ καί, ὅτι αὐτοδιάκονοι τὰ πολλὰ οἱ Ὁμηρικοὶ βασιλεῖς. οὕτω γοῦν ἐνταῦθα Πρίαμος ἡνιοχεῖ, Ἀγαμέμνων δὲ τάμνει, ἤτοι θύει, τὰ ὅρκια καὶ Ἀχιλλεὺς δὲ ἀλλαχοῦ τάμνει κρέα. (v. 265) Ὅτι τὸ τοῦ ἅρματος καταβῆναι ἵππων ἀποβῆναί ἐστι. φησὶ γοῦν ὁ ποιητής· «ἐξ ἵππων ἀποβάντες ἐς χθόνα πουλυβότειραν ἐς μέσον ἐστιχόωντο». (v. 267 ss.) Ὅτι τὰ κατὰ τοὺς ὅρκους Ἀγαμέμνων μεταχειρίζεται καὶ Ὀδυσσεύς, ὃς καὶ πρὸ ὀλίγου ἐπεπωλεῖτο στίχας ἀνδρῶν. φησὶ γάρ·