Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.650
Not analysed yet
»ὤρνυτο δ' αὐτίκ' ἔπειτ' ἄναξ» καὶ ἑξῆς. Νέστωρ δὲ ἐνταῦθα οὐδαμοῦ. ἀπρακτῶν γὰρ διὰ τὸ γῆρας δημηγορίαις ταμιεύεται. (v. 270) Ὅτι κρατῆρι οἶνον μίσγουσιν οἱ κήρυκες τὸν τῶν Ἀχαιῶν καὶ τὸν ἐκ Τροίας εἰς ἓν ἄγοντες αὐτόν, καθὰ καὶ τὰ ὅρκια σύναγον ἤτοι τὰ σφάγια. ἄλλως δέ γε οὐ μεμιγμέναι ἀλλ' ἄκρατοι ἐλείβοντο αἱ σπονδαί, ὡς καὶ προγέγραπται. (v. 269) Τὸ δὲ συνάγειν τὰ ὅρκια καὶ τὸν οἶνον μίσγειν ἕνωσιν ὑποσημαίνει στρατευμάτων τὴν ἄρτι βλεπομένην, ἣν ὁ ἀδικήσας ἐπιορκήσει πάντως. (v. 270) Σημείωσαι δέ, ὅτι σχῆμά ἐστι καὶ ἐνταῦθα τὸ κατὰ τὸ σιωπώμενον. νοητέον γάρ, ὡς καὶ ὕδωρ ἤχθη ἄρτι, κἂν ὁ ποιητὴς αὐτὸ ἀπεσιώπησε. Τοῖς γοῦν βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας χέεται ὡς μέλλουσι θύειν. εἰ δὲ Πρίαμος οὐκ ἔθυσεν, Ἀγαμέμνων δὲ τὸ πᾶν ἐποίησεν, ἀλλὰ καὶ ἐκεῖνος μετεχειρίσατο τοὺς τυθέντας ἐγχωρίους ἄρνας εἰς τὸν δίφρον αὐτοὺς θείς. (v. 271 s.) Ὅτι τὴν τοῦ βασιλέως παραξιφίδα μάχαιραν καλεῖ ἐν τῷ «Ἀτρείδης δ' ἐρυσάμενος χείρεσσι μάχαιραν», ἣν καὶ ἐφερμηνεύων ἐπάγει· «ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο», ἤγουν ᾐώρητο καὶ ἐκρέματο, καὶ κατὰ συγκοπὴν τοῦ η καὶ συστολὴν τῆς ἀρχούσης ἄωρτο. εἰ δὲ συστέλλεται κατά τινας τὸ ο τῆς παραληγούσης, δηλοῖ μὲν καὶ οὕτως τὸ ἐκρέματο. γίνεται δέ, ὅθεν καὶ ὁ ἀορτήρ, ὃ δηλοῖ τὸν κρεμαστῆρα τοῦ ξίφους, ἀπὸ τοῦ ἀείρω, τοῦ κουφίζω, ἐξ οὗ καὶ τὸ ἠερέθω, τὸ κρεμῶ. Ἰστέον δέ, ὅτι ἡ παραξιφὶς καὶ ἐγχειρίδιον λέγεται. φησὶ γοῦν Ἡρόδοτος· «καὶ ἐγχειρίδια παρὰ τὸν δεξιὸν μηρόν». δῆλον δέ, ὅτι ἐκ τοῦ «πὰρ ξίφεος» ἡ παραξιφὶς συντέθειται [Ὁμήρου καὶ εἰς τοῦτο ἐνδόντος ἀρχήν, καθὰ καὶ εἰς τὸ ἐγχειρίδιον. καὶ αὐτὸ γὰρ δοκεῖ λεχθῆναι τοῖς ὕστερον ὡς ἀπὸ τοῦ «ἐρυσσάμενος χείρεσσι μάχαιραν». καὶ ἡ ταπεινὴ δὲ γλῶσσα ἐκ τούτων τὸ παραμάχαιρον ἐσοφίσατο.] Τὸ δέ «μέγα κουλεόν» κατὰ τὸ κέλευθον καὶ τὸ ζυγόν καὶ τὸ δεσμόν καὶ τὰ τοιαῦτα μεταπέπλασται. ὅμοιον δὲ καὶ τὰ δάκτυλα καὶ τὰ χαλινά καὶ τὰ ταρσά δέ, ὡς τὸ «βένθεϊ ταρσὰ πέπηκτο». (v. 273 s.) Ὅτι τῶν τυθησομένων ἐπὶ ὅρκοις ἀρνῶν τρίχας ἐκ κεφαλῶν τέμνων ὁ βασιλεύς—αὐτουργεῖ γάρ, ὡς εἴρηται, τὰ ὅρκια—ἔνειμε τοῖς τῶν Τρώων καὶ Ἀχαιῶν ἀρίστοις διὰ τῶν