Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.651
Not analysed yet
κηρύκων, ἵνα οὕτω πάντες δοκῶσι συνεφάπτεσθαι τῆς θυσίας. σύμβολον δὲ ἦν τοῦτο τοῦ εἰς κεφαλὴν τραπήσεσθαι τὰ κακὰ τοῖς ἐπιορκήσουσι, καί πως κατὰ τὴν Σοφόκλειον Μοῦσαν εἰποῦσαν τὸ «κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονὸς γένους ἅπαντος ῥίζαν ἐξημημένος αὕτως», ἤγουν οὕτως, «ὅπωσπερ τόνδ' ἐγὼ τέμνω πλόκον», ἔλεγε τότε καὶ ὁ Ὁμηρικὸς Ἀγαμέμνων, ὡς οὕτως ἐκθερισθεῖεν τοῦ βίου οἱ παρασπονδήσοντες, ὡς ἐγὼ τέμνω τὰς τοῦδε τοῦ ἱερείου τρίχας. ὅτι δὲ ἡ ῥηθεῖσα τῶν τριχῶν τομὴ καὶ ἀνάμνησις ἦν τῆς παλαιφάτου ἐνδύσεως, ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται. (v. 275) Ὅτι χεῖρας ἀνασχών, ἤτοι ἄνω σχὼν καὶ ἀνατείνας, ὁ βασιλεὺς μεγάλα εὔχετο ἄνω τε βλαβῆναι ζῶντας καὶ κάτω θανόντας τοὺς ἐπιορκήσοντας. εὔχεται δὲ μεγάλα, ἵνα πᾶσιν ἀκουστὸς ᾖ καὶ μηδεὶς ἀγνοῇ ἢ τὴν ἀρὰν ἢ τὴν συμφωνίαν. Σημείωσαι δέ, ὅτι οὐδεμία δικαία εὐχὴ παρὰ τῷ ποιητῇ ἀργὴ πίπτει, ἀλλὰ πᾶσαι ἀνύονται, ὡς πολλαχοῦ αὐτὸς ἱστορεῖ. οὕτω παιδευτικὸς ὁ ποιητὴς εἰς καλοκἀγαθίαν πανταχοῦ, (v. 278 s.) ὃς καὶ ἐνταῦθα καὶ ἐν τῇ Ὀδυσσείᾳ οἶδε τιμωρίας ἔνερθεν, ἤτοι ἐν Ἅιδου, καὶ ὑπὸ τὴν ἔραν, ἤγουν τὴν γῆν, τῶν ἐνταῦθα οὐκ εὖ βεβιωκότων. δοξάζει δὲ καί τινας δυνάμεις θείας, αἳ μάρτυρες καὶ φύλακες τῶν ὅρκων εἰσὶ καὶ τῶν ἐπίορκον ὀμνυόντων τιμωροί. (v. 277) Τὸν ἥλιον δὲ ταμίαν τῶν ὅρκων ἐνταῦθα καλεῖ ὡς πάντα ἐφορῶντα. διὸ καὶ Βιθυνοί, ὡς Ἀρριανὸς ἱστορεῖ, δίκας ἐδίκαζον καθεζόμενοι ἀντίοι τοῦ ἡλίου, ὡς ἂν ὁ θεὸς ἐποπτεύοι. τὰ μέντοι κρύφια ὑπὸ σκότῳ τε πράττεσθαι λέγεται καὶ τὸν σκότον ἔχειν ἐπιστάτην καὶ οὐκ ἂν Ἠέλιος αὐτὰ διαδράκοι καθ' Ὅμηρον ἤ, κοινότερον εἰπεῖν, ὄψεται Ἥλιος. (v. 276) Τὸν δὲ Δία πολλῷ πρότερον, καὶ μάλιστα τὸν Ἰδαῖον, μάρτυρα καλεῖ καὶ αὐτόν, ὡς τοῦ ζῆν αἴτιον. ζωογόνος γὰρ ὁ Ζεὺς ἀήρ, οὗ στερηθῆναι θέλει τοὺς ἐπιορκήσοντας. ὅτι δὲ Ζεὺς καὶ ὁ ἀήρ, δεδήλωται πολλαχοῦ. ἐξ οὗ καὶ ἡ εὐδία, ὅ ἐστιν ἡ εὐαερία. ὡς δὲ καὶ ζωογόνος ὁ ἀλληγορικὸς Ζεύς, δηλοῖ Ἀριστοτέλης ἐν τῇ αὐτοῦ Ῥητορικῇ λέγων, ὅτι Ἀφροδίτη ὡς ἄρχουσα ἀφροσύνης καὶ Ζεὺς ὡς ζωῆς αἴτιος ὤν. (v. 27880) Εὔχεται δὲ ὁ βασιλεὺς ἐκπολεμωθῆναι τοῖς ἐπιορκήσουσι καὶ τοὺς πο-