Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.652
Not analysed yet
ταμοὺς καὶ τὴν γῆν, τοὺς μὲν ὡς τῆς ὑγρᾶς τροφῆς δοτῆρας, τὴν δὲ ὡς τῆς ξηρᾶς. καὶ οὕτως αὐτοῖς ἐπανιστᾷ τὰ στοιχεῖα. πάντας οὖν ἐπικαλεῖται θεοὺς καὶ τοὺς ἁπανταχοῦ, τούς τε ἐμφανεῖς καὶ τοὺς ἀφανεῖς, ἤγουν τοὺς αἰθερίους, τοὺς ἐν ὑγροῖς, τοὺς περὶ γῆν, τοὺς ὑπὸ γῆν, καὶ οὐ μόνον Δία καὶ Γῆν καὶ Ἥλιον, οἷς οἱ ἄρνες ἐνταῦθα θύονται. καὶ τὸ πᾶν ἐπεγείρει τοῖς ἐπιόρκοις, οὓς οὐκ ἔσθ' ὅπως οὐκ ἐκτρίβει τὸ θεῖον, οὐ μόνον ἐπὶ μεγάλοις πταίσαντας, ἀλλὰ καὶ ἐπὶ σμικροῖς. Γλαῦκος γοῦν καθ' Ἡρόδοτον ὁ Λακεδαιμόνιος βουληθεὶς ἐπιορκῆσαι πρόρριζος ἐξετρίβη ἐκ Σπάρτης, ὅτι διενοήθη ἀποστερῆσαι παραθήκης. καὶ χρησμὸς δὲ παρ' αὐτῷ, οὗ ἀρχή «τὸ μὲν αὐτίκα κέρδιον ὅρκῳ νικῆσαι», λέγει, ὅτι ἀλλ' Ὅρκου παῖς ἐστιν ἀνώνυμος, οὐδ' ἔπι χεῖρες οὐδὲ πόδες, κραιπνὸς δὲ μετέρχεται, εἰς ὅ κε πᾶσαν συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα. ἔστι δὲ ἡ φράσις ἐνταῦθα τῷ ποιητῇ αὕτη· «Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε, μέγιστε, Ἠέλιός θ', ὃς πάντ' ἐφορᾷς καὶ πάντ' ἐπακούεις, καὶ ποταμοὶ καὶ γαῖα καὶ οἳ ὑπένερθε καμόντας ἀνθρώπους τίνυσθον, ὅστις κ' ἐπίορκον ὀμόσσει· ὑμεῖς μάρτυροί ἐστε, φυλάσσετε δ' ὅρκια πιστά». (v. 277) Ἰστέον δέ, ὡς τὸ «Ἠέλιος, ὃς πάντ' ἐφορᾷς» Ἀττικῶς εἴρηται ἀντὶ τοῦ «ὦ Ἥλιε», [ὁποῖον σὺν ἄλλοις καὶ τὸ «τράγος γένειον ἄρα πενθήσεις σύ γε», ἀντὶ τοῦ «ὦ τράγε, πάνυ στερήσῃ γενείου, εἰ τὴν φλόγα φιλήσεις».] καὶ ὅτι σύνηθες Ὁμήρῳ σχῆμα τὸ ἐκ πληθυντικῆς καταβαίνειν εἰς ἑνικόν, οἷον καὶ τὸ ἀνθρώπους τίνυσθε, ὃς ἐπίορκον ὀμόσει. ἐκ γὰρ τοῦ ἀνθρώπους εἰς τὸ ὅστις μετέβη, διότι οὐ πάντες οἱ καμόντες ἤτοι θανόντες κολάζονται, ἀλλ' ὁ κακός. τοιοῦτον σὺν ἄλλοις μυρίοις καὶ παρ' Εὐριπίδῃ τὸ «δεσποτῶν ὠμῶν τύχοιμι, ὅστις μ' ὠνήσεται» καὶ τὸ «δίκη γὰρ οὐκ ἔστιν ἐν ὀφθαλμοῖς βροτῶν, ὅστις, πρὶν ἀνδρὸς σπλάγχνον ἐκμάθῃ σαφῶς, στυγεῖ». καὶ παρὰ Σοφοκλεῖ τὸ «τὰ περισσὰ κἀνόνητα σώματα» πάσχει τόδε τι «ὅστις ἀνθρώπου φύσιν γεγώς, ἔπειτα μὴ κατ' ἄνθρωπον φρονεῖ». τοιοῦτον δέ τι καὶ τὸ «λέξω τὰ πάντα, ἅσσα μ' ἱστορεῖς» καὶ τὸ «ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην». καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ τὸ «πάντες ὅσοι θεοί εἰσιν ἐν' Ὀλύμπῳ» καὶ ἐν τῇ δʹ τὸ «ταῦτα δ' ἀρεσόμεθα, εἴ τι κακὸν εἴρηται». Σημείωσαι δὲ καί, ὅτι τὸ πάντ' ἐφορᾶν διαφέρειν δοκεῖ ποτε τοῦ πάντα ὁρᾶν. Ἠέλιος μὲν γὰρ ἀψόγως πάντ' ἐφορᾷ καί, ὡς οἱ ὕστερόν φασιν, ἐφορεύει, παρ' οἷς καὶ θηλυκὸν ἡ ἐφορεία. ὁ δὲ παρὰ Σοφοκλεῖ Ὀδυσσεύς, ὡς πάντων ἀεὶ κακὸν ὄργανον, ἐπιψόγως πάνθ' ὁρᾶν λέγεται, καὶ εἴη ἂν οὕτως ἀλάστωρ, ἐπείπερ οὐκ ἄν τι διαλάθοι τὸν οὕτω περιέργως πάνθ' ὁρῶντα. [(v. 279)