Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.653
Not analysed yet
Τὸ δὲ τίνυσθον δηλοῖ μὲν τὸ τιμωρεῖτε, ἐπεκρίθη δὲ εἰς φράσιν ὡς ποιητικώτερον. ἄλλως γὰρ τὴν αὐτὴν ἀναπληροῖ χρείαν καὶ τοῦτο καὶ τὸ τίνυσθε στιχηρᾶς λαγαρότητος ποιουμένης καὶ ἐν ἀμφοῖν.] (v. 281—7) Ὅτι Ἀλέξανδρος μὲν πρὸ ὀλίγου συνέθετο, ἐὰν τὸν Μενέλαον νικήσῃ, τὰ καὶ τὰ γενέσθαι, ἐὰν δὲ ἡττηθῇ, τάδε καὶ τάδε, καὶ ἤρεσε τότε ὁ λόγος καὶ ἐπὶ τούτοις ἀποδυσάμενοι τὰ ὅπλα ὁ στρατὸς κάθηνται. Ἀγαμέμνων δὲ ἄρτι οἷον ἐπιδιορθούμενος καὶ ἀναπληρῶν ὅπερ ἐνέλειψεν ὁ ἀδελφός, ποινήν τε προστίθησιν, ὡς μὴ δίκαιον ὂν ἐπὶ τοῖς ἴσοις ἀπαλλαγῆναι τοὺς τοῦ κακοῦ κατάρξαντας, καὶ τὰ ἄλλα δὲ οὕτω διατίθεται· «εἰ μέν κεν Μενέλαον», φησίν, «Ἀλέξανδρος καταπέφνῃ, αὐτὸς ἔπειθ' Ἑλένην ἐχέτω καὶ κτήματα πάντα, ἡμεῖς δέ» νοστήσομεν, ἀνεμεσήτως, φασί, προτάξας τὸν φόνον τοῦ ἀδελφοῦ. «εἰ δέ κεν Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος, Τρῶας ἔπειθ' Ἑλένην καὶ κτήματα πάντ' ἀποδοῦναι, τιμὴν δ' Ἀργείοις ἀποτινέμεν» καὶ ἑξῆς. ἐνίκησε μὲν οὖν ἐν τοῖς ἐφεξῆς ὁ Μενέλαος, οὐκ ἀπέκτεινε δὲ τὸν Ἀλέξανδρον, καὶ διὰ τοῦτο ἔχουσιν ἀντιλέγειν οἱ Τρῶες καὶ οἱ Ἀχαιοί. καὶ λέγεται ἡ ὑπόθεσις κατὰ τοὺς ῥήτορας ἀντινομία ἑκατέρου μέρους προβάλλεσθαι δυναμένου τὰ ἑκατέρων ῥητὰ πρὸς δικαίωσιν, οἷον ἐρεῖ ὁ Μενέλαος· εἶπας, ὦ Ἀλέξανδρε· «εἰ νικήσω». νενίκηκα οὖν, ἀποδοτέα μοι τοίνυν ἡ Ἑλένη. ὁ δ' αὖθις ἀπολογίαν πορισάμενος ἐξ Ἀγαμέμνονος εἰς παράβασιν τῶν συνθηκῶν ἀντερεῖ, ὅτι «ἐάν με κτείνῃς» ἐρρέθη παρὰ τοῦ Ἀγαμέμνονος. σὺ δέ με οὐκ ἔκτεινας, οὔκουν λήψῃ τὴν Ἑλένην. ἰσχυροτέρα δὲ κατὰ τοὺς παλαιοὺς ἡ τῶν Τρώων ἀπολογία, διότι μάλιστα δεῖ, φασίν, ὁρᾶν τὰ ἐπὶ τοῖς ὅρκοις ὁριζόμενα. ὅτι δὲ ἀληθῶς νενίκηκεν ὁ Μενέλαος, καὶ ἄλλως μὲν δῆλον, ἀποφαίνεται δὲ τοῦτο καὶ ὁ ἐν τοῖς ἑξῆς εἰπών· «νίκη μὲν δὴ φαίνεται ἀρηϊφίλου Μενελάου», ἤγουν φανερῶς δήλη ἐστίν, ὁποῖον καὶ ἐν ἄλλοις τὸ «ἀλλὰ τὰ μὲν ὑμῶν ἀεικέα ἔργα φαίνεται», ἤγουν πᾶσι δῆλά ἐστιν. (v. 288) Ὅτι τὴν ὑπὲρ τοῦ πταισθέντος ἔκτισιν ἤτοι τὸ πρόστιμον, ὅπερ Ἡρόδοτος δίκας λέγει τῆς ἁρπαγῆς, τιμὴν καὶ ποινὴν ὁ Ἀγαμέμνων καλεῖ λέγων· «εἰ δ' ἂν ἐμοὶ τιμήν» οἱ περὶ Πρίαμον «τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος, αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς αὖθι μένων, εἵως κε τέλος πολέμοιο κιχείω», ἤγουν ἕως ἐκτελέσω τὸν πόλεμον. Καὶ γίνεται ἡ τιμὴ αὕτη, ὡς ποινή, ἐκ τοῦ τίω τὸ τιμωρῶ, ἢ καὶ ἀπὸ τοῦ τίω, τὸ ἀνταποδίδωμι, ὅθεν καὶ τὸ τιμὴν ἀπο-