Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.654
Not analysed yet
τινέμεν καὶ τὸ τιμὴν τίνειν ἐτυμολογικῷ τρόπῳ ἐν τοῖς ῥηθεῖσι κεῖσθαι δοκεῖ. Πίνδαρος μέντοι πολλαχοῦ ποινὴν τὴν ὑπὲρ καλοῦ ἀμοιβὴν λέγει. Σημείωσαι δέ, ὅπως ὁ Ἀγαμέμνων τοῦ προδεδηλωμένου διοπέμπτου ἐνυπνίου ἀντέχεται. εἰπόντος γὰρ ἐκείνου τοῦ ὀνείρου τὸ πεποθημένον αὐτῷ, ὅτι δηλαδὴ νῦν ἕλοις τὴν Τροίαν, δεδιὼς ὁ βασιλεύς, μήποτε μετὰ τὴν ἐπὶ διακειμένοις μονομαχίαν διὰ τὰς σπονδὰς ἀπόρθητος ἡ Τροία μείνῃ, ὡς τῶν ὁρκίων τυχὸν ἐκπληρωθέντων [καὶ τῶν Τρώων κατὰ τὴν σύμβασιν ἀποδόντων τὴν Ἑλένην καὶ τὰ κτήματα,] παραρρίπτει τὸ περὶ ποινῆς εἰς ἀφορμὴν πάλιν μάχης, ἵνα, εἰ καὶ μὴ νῦν, ἤγουν σήμερον, ἕλοι Τροίαν, ἀλλὰ νῦν, ἤγουν κατὰ τὸν ἐνιαυτὸν τοῦτον, διὰ τὴν ποινήν. διὸ οὐδὲ ὁρίζει αὐτήν, ἀλλὰ θέλει τοὺς Τρῶας τιμὴν Ἀργείοις ἀποτινέμεν, ἥντιν' ἔοικεν. εἰ δὲ μή, πολεμήσειν εἰσαῦθις, ἵνα τὸ τοῦ ὀνείρου λοξὸν λόγιον πληρωθῇ οὐκ εἰπόντος, ὅτι νῦν ὁ πόλεμος λυθήσεται, ἀλλ' ὅτι νῦν ἕλοις τὴν Ἴλιον. οὐ γὰρ ἀρκεῖται ὁ βασιλεὺς μόνῃ τῇ Ἑλένῃ, ἐὰν ὁ Ἀλέξανδρος πέσῃ, οὐδὲ τοῖς ἐκείνῃ συναρπαγεῖσι κτήμασιν, εἰ μή τι καὶ ἐπέκεινα λάβῃ, ἤγουν ποινήν, ἣν ἐπέοικεν. (v. 287) ὅπερ ἐφερμηνεύων φησίν· «ἣ καὶ ἐσσομένοισιν ἐν ἀνθρώποισι πέληται», οὐδ' οὕτως αὐτὴν ὁρίσας, ἵνα ὕστερον ἔχῃ μάχης εὐλόγους λαβὰς διὰ τὸ τῆς τιμῆς, ἤτοι ποινῆς, ἀόριστον. [ἦν δ' ἂν ἴσως ποινὴ ἀρέσκουσα τῷ βασιλεῖ τὸ ἄνδιχα δάσασθαι, ὅσην κτῆσιν ἡ Τροία ἐντὸς ἐέργει, ὁποῖόν τι ἔθος ἐν τοῖς ἑξῆς που ὑπολαλεῖ ὁ ποιητής.] (v. 291) Τὸ δέ «αὖθι μένων» καὶ ἑξῆς, περίφρασίς ἐστι τοῦ πολιορκεῖν. (v. 292) Ὅτι ἐν τῷ «ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ» σφάζεσθαι τοὺς ἄρνας φησὶν Ὅμηρος κατὰ στομάχους, οὐ λαμβάνων τὸν στόμαχον κατὰ τὴν νῦν συνήθειαν, ἀλλὰ κατὰ τὴν τότε. στόμαχοι γάρ, φασί, τὰ κάτω μέρη τοῦ λαιμοῦ, οἱ βρόγχοι, καὶ στομάχοιο ἀλλαχοῦ θέμεθλα ἡ φάρυγξ ἢ καὶ στόμα κοιλίας. (v. 293) Τὸ δὲ σφαδάζειν καὶ σπᾶσθαι αὐτοὺς ἐν τῷ σφάζεσθαι ἀσπαίρειν λέγει, ὡς ἐκ τοῦ σπῶ σπαίρω κατὰ πλεονασμὸν τοῦ α. Ἡρόδοτος δέ που καὶ τὸ θερμότερον σπεύδειν καὶ οἷον ἀνασκιρτᾶν καὶ πάνυ προθυμεῖσθαι ἀσπαίρειν ἔφη εἰπών· «Ἀδείμαντος ἤσπαιρε μόνος ἀποπλεύσεσθαι». ἀπὸ δὲ τοῦ σπαίρειν καὶ σπαρίζειν κατὰ τὸ σκαρίζειν, ὡς ἐν ῥητορικῷ σεσημείωται Λεξικῷ. (v. 293 s.) Φράζει δ' ἐνταῦθα