Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.655
Not analysed yet
ὁ ποιητὴς οὕτω· «καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας», ὃ διασαφῶν ἐπάγει «θυμοῦ δευομένους». τοῦτο δὲ πάλιν ἐφερμηνεύων φησίν· «ἀπὸ γὰρ μένος εἵλετο χαλκός», ὁ καὶ διὰ τοῦτο ἀνηλεής ῥηθείς. ταῦτα δὲ ποιητικῆς διασκευῆς ἐστιν, ἄλλως δέ γε οὐκ ἀναγκαῖα φράζεσθαι. (v. 295) Ὅτι δαπάνην οἴνου δηλοῖ τὸ «οἶνον δ' ἐκ κρητῆρος ἀφυσσάμενοι δεπάεσσιν ἔκχεον». εἰ δὲ καὶ ἐπ' ἀγαθῷ τοῦτο γίνεται, οἰκεῖον ἐπαγαγεῖν καὶ τὸ «ἠδ' εὔχοντο θεῷ». καὶ ὅτι ἐκχεομένων ἐπὶ ὅρκοις τῶν σπονδῶν ἐπέλεγον οἱ ἐκεῖ· ὡς ὅδε ὁ οἶνος χέεται, οὕτω τοῖς ἐπιορκήσασιν ὁ ἐγκέφαλος χαμαὶ χεθείη. τάχα δὲ καί, ὅτε αἱ τρίχες, ὡς ἐρρέθη, τῶν κεφαλῶν τοῖς σφαγίοις ἐτέμνοντο, καὶ τοιοῦτόν τι ἐπελέγετο, ὡς εἰς κεφαλὴν τὸ κακὸν τρέποιτο τοῖς ἐπιόρκοις ἢ οὕτως ἐκτμηθεῖεν τοῦ βίου, εἰ καὶ ὁ ποιητὴς οὐ λέγει ταῦτα, οἷα νοεῖν κατὰ τὸ εἰκὸς αὐτὰ ἀφιείς, ὁποῖα καὶ τοιαῦτα πολλὰ ποιεῖ. (v. 297—301) Ἰστέον δέ, ὅτι ἔθος τῷ ποιητῇ ἐν ταῖς κατὰ πλῆθος ἠθοποιΐαις συντέμνειν τὸν λόγον τεχνικῶς, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. ὅτε γοῦν εἴπῃ· «ὧδε δέ τις εἴπεσκεν», ὀλίγους ἀεὶ λόγους ἐπάγει, ὡς καὶ ἐνταῦθα ποιεῖ λέγων· «ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· ὦ Ζεῦ κύδιστε, μέγιστε, ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧδέ σφ' ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος, αὐτῶν καὶ τεκέων, ἄλοχοι δ' ἄλλοισι δαμεῖεν», ἤ «μιγεῖεν». (v. 301) Ἔνθα ὅρα καί, ὅπως ἐν μεγάλῳ κακῷ τίθενται οἱ ὄχλοι τὸ ὑπ' ἄλλοις γενέσθαι τὰς αὐτῶν ἀλόχους ἤτοι ὁμολέκτρους ἤ, τραγικῶς εἰπεῖν, κοινολεχεῖς γυναῖκας. καλῶς ἄρα καὶ Νέστωρ ἐν τοῖς πρὸ τούτου ἐμέμνητο τῆς μετὰ Τρωϊκῶν ἀλόχων κατακοιμήσεως, ὡς τούτου μεγίστου κακοῦ ἐσομένου τοῖς Τρωσί. καὶ μετ' ὀλίγα δὲ τοιαύτη τις εὐχὴ βραχεῖα γενήσεται κατὰ τοῦ αἰτίου τῶν κακῶν. Τὸ δέ «αὐτῶν καὶ τεκέων» ἀντιπτωτικῶς ἔχει. ἄλλως γάρ «αὐτοῖς καὶ τέκεσιν» ὤφειλεν εἶναι πρὸς ἀκολουθίαν τοῦ «ὧδέ σφιν ἐγκέφαλος χαμάδις ῥέοι». [δῆλον δ' ὅτι ἐν τοιούτοις οὐ σολοικίζει ἀντιτιθεμένη ἡ γενική.] (v. 299) Τὸ δέ «ὑπὲρ ὅρκια πημήνειαν» περίφρασίς ἐστι τοῦ ἐπιορκήσειαν. δῆλον δέ, ὅτι πήμανσις ὅρκων ἐστὶν ἡ τούτων παράβασις, ὡς ἐδήλου πρὸ τούτων καὶ τὸ «ὅρκια δηλήσαιτο». (v. 302) Ὅτι σχῆμα προαναφωνήσεως τὸ «ὣς ἔφατ', οὐδ' ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων», δι' οὗ προεκτίθεται, ὡς τελεσθήσονται μὲν αἱ τοῦ βασιλέως ἀραί, οὔπω δὲ νῦν, ἀλλὰ μετὰ ταῦτα.