Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.656
Not analysed yet
τὸ δέ «οὐδ' ἄρα πώ σφιν», οὐκ ἂν ἀνευλόγως ὀξυνόμενον ἔχοι τὸν πω σύνδεσμον ὡς ἐγκλινόμενον, καθὰ δηλοῖ καὶ τὸ οὔπω, εἰ δέ τις φιλονεικοίη περισπᾶν αὐτό, ἀκολουθείτω τοῖς προπερισπῶσι τὸ πώποτε. τὸ δὲ Κρονίων ἐκτείνει κἀνταῦθα ὡς καὶ ἐν ἄλλοις τὴν παραλήγουσαν. (v. 305—7) Ὅτι κἂν μισητὸς ἦν ἅπασιν ὁ Ἀλέξανδρος, ἀλλ' ὁ πατὴρ Πρίαμος λέγει μὴ ἂν τλήσεσθαι ὀφθαλμοῖς ἰδεῖν αὐτὸν μαχόμενον. φησὶ γάρ· «ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν ἄψ, ἐπεὶ οὔπω τλήσομαι ὀφθαλμοῖσιν ὁρᾶσθαι μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ». οὕτω δὲ καὶ ὁ Ἕκτωρ συμπαθῶς διὰ φιλαδελφίαν διακείσεται, ὃς εἰ καὶ φεύγοντι, ὡς εἴρηται, ὠνείδισεν, ὅμως ἡττηθέντα τὸν ἀδελφὸν οὐ προδώσει. νοητέον δέ, οἷον ἔσται πένθος ὕστερον τῷ γέροντι ἐπὶ τῷ Ἕκτορι. εἰ γὰρ τὸν Πάριν οὐ τλήσεται ὁρᾶν μαχόμενον, πῶς οἴσει βλέπων τὸν Ἕκτορα καὶ τοῦτο ποιοῦντα καὶ πίπτοντα καὶ ὑπὸ Ἀχιλλέως ἀεικιζόμενον. δῆλον δ' ὡς οὐδὲ ἐπὶ τῷ τείχει καθεδεῖται ὁ γέρων, ἵνα μὴ ὀφθαλμοῖς ἐκεῖθεν ὁρᾷ, φαντασίᾳ δὲ μόνῃ, ἔνδον που μένων παράβυστος. Σημείωσαι δέ, ὅτι πιθανῶς ὑποχωροῦντα ποιεῖ τὸν γέροντα Πρίαμον ὁ ποιητής, ἵνα μὴ παρὼν ἀνάγκην σχοίη τελέσαι τὰ τῶν ὅρκων καὶ οὕτω κακοήθης ἡ ποιητικὴ γένηται διασκευή. ἀποδημοῦντος γάρ, οὐ μὴν παρόντος, τοῦ συνετωτάτου Πριάμου συγχεθήσεται πιθανῶς τὰ ὅρκια. καὶ οὕτως εὐοδωτέρα ἡ τῆς ποιήσεως ἔσται περιπέτεια. (v. 308) Ἵνα δὲ μὴ δόξῃ ὁ γέρων καταψηφίζεσθαι τοῦ υἱοῦ ἧτταν διὰ τὴν ἀναχώρησιν καὶ ἀπαιτηθείη τὰ δόξαντα, φησὶ παρὰ τῷ θεῷ κεῖσθαι τὰ τοῦ τέλους· «Ζεὺς γάρ που τό γε οἶδε», φησίν, «ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν», ἤτοι πεπερατωμένον ἐξ εἱμαρμένης, οἱονεὶ λέγων, ὅτι οὐχ' ὡς ἡττηθησόμενον προλείπει τὸν Πάριν, εἰ καὶ ἀρηΐφιλος ὁ Μενέλαος, ἀλλὰ διότι οὐκ ἂν τλαίη βλέπων μαχόμενον τὸν φίλον υἱὸν καὶ ἀγωνιῶν. εἰ γὰρ καὶ ἅρπαξ ὁ Πάρις καὶ μισητός, ἀλλ' αὐτῷ φίλος υἱός ἐστιν. ὅτι δὲ εἰκὸς ἦν ὑπὸ Πριάμου ἐκδοθῆναι τὴν Ἑλένην, εἰ παρῆν, ὅτε ἡττήθη Ἀλέξανδρος, ἐμφαίνει ὁ τῶν δημογερόντων λόγος, ὅτε ἐπὶ τοῦ τείχους ἦσαν, εἰπόντων, ὅτι καὶ τοιαύτη οὖσα οἰχέσθω, ἵνα μὴ κακὸν ἡμῖν γένηται. εἶχε δὲ καὶ ὁ τῶν Τρώων ὄχλος ἑτοίμως, εἰ ὁ Πρίαμος ἐπένευσεν. ἐμίσουν τε γὰρ τὸν Ἀλέξανδρον ἀπεχθόμενον ἶσον κηρὶ μελαίνῃ καὶ εὔξονται δὲ