Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.657
Not analysed yet
θανεῖν ἐκεῖνον, «ὃς τάδε ἔργα ἐν ἀμφοτέροισιν ἔθηκεν». ὁ δὲ ἦν ὁ ἀρχέκακος ἐπάρατος Ἀλέξανδρος. (v. 305) Ἠνεμόεσσαν δὲ τὴν Τροίαν εἶναι πολλαχοῦ δηλοῖ ὁ ποιητὴς διὰ τὸ ἐφ' ὑψηλοῦ κεῖσθαι. [(v. 306) Τὸ δέ «οὔπω τλήσομαι» ἀσύνηθες τοῖς ὕστερον. ἐνταῦθα μὲν γὰρ τὸ οὔπω ταὐτόν ἐστι τῇ οὒ ἀρνήσει. ἐκεῖνοι δὲ τὸ οὔπω χρονικὸν οἴδασιν, οἷον· οὔπω ἦλθεν, ἀλλὰ δηλαδὴ ἐλεύσεται· καί· οὔπω ἔγραψεν, ἀλλὰ γράψει.] Τὸ δέ «εἶμι ἄψ» ταὐτὸν τῷ ἀναχωρήσω, ἐπανελεύσομαι, νοστήσω. Σημείωσαι δὲ καί, ὅτι δύο ἄρτι ῥήτορας τοῖς βασιλεῦσιν ὁ ποιητὴς παραζευγνύς, Ἀγαμέμνονι μὲν τὸν Ὀδυσσέα, Πριάμῳ δὲ τὸν Ἀντήνορα, ὅμως λαλοῦντας οὐδὲν ἢ ποιοῦντας πλάττει αὐτούς, ἀλλὰ τὸ πᾶν τοὺς βασιλεῖς. πρῶτος οὖν Ὅμηρος, ὥς φασιν οἱ παλαιοί, καὶ τὰ σιγῶντα πρόσωπα ἐν τοῖς δραματικοῖς ἐπενόησεν. (v. 310) Ὅτι τὰ ἐπὶ ὅρκοις σφαγιαζόμενα οἱ μὲν ἐγχώριοι κατώρυττον κρύπτοντες ὑπὸ γῆν, οἱ δὲ ἐπήλυδες, εἰ καὶ Ὅμηρος νῦν τοῦτο σιγᾷ κατὰ σχῆμα σύνηθες, θαλάσσῃ ἐπέρριπτον ἢ ἄλλο τι ὅμοιον ἐποίουν, ὡς ἐκ τοῦ κάπρου δῆλον ἔσται, ὃν ἐπὶ ὅρκῳ σφάξει που ὁ βασιλεύς. γεύσασθαι δὲ αὐτῶν ὅλως ἀπώμοτον ἦν. διὸ καὶ Πρίαμος τοὺς τῶν ὁρκίων ἄρνας εἰς δίφρον αὐτὸς θέμενος ἀνεχώρησεν, ἅμα καὶ κατορύξων αὐτούς, ὡς εἴρηται, καὶ τοῖς πολίταις δὲ ἄνω δείξων διὰ τὸ τοῦ ἔργου θαυμάσιον, καὶ ἵνα καὶ οὕτω γένηται τῶν ὅρκων ταμίας. (v. 311) Ὅτι κατατείνειν ὀπίσω τὰ ἡνία λέγει τὸν ἡνίοχον. καὶ σημείωσαι τὴν φράσιν. οὐκ ἔστι γὰρ κάλλιον φράσαι. (v. 313) Ὅτι τὸ «ἄψορροι ποτὶ Ἴλιον ἀπονέοντο», περίφρασίς ἐστι τοῦ ἐπαλιννόστησαν. (v. 314—6) Ὅτι διαμετρεῖται καὶ τόπος τῇ Ἀλεξάνδρου καὶ Μενελάου μονομαχίᾳ διὰ τὸ αὐτοῖς ἐγκεῖσθαι τὸν ἐπὶ πᾶσι κίνδυνον καὶ δόξοι ἂν ἡττηθῆναί πως ὁ παρεξελθὼν τόν, ὥς φησιν ὁ ποιητής, διαμετρητὸν χῶρον. ἐπὶ μέντοι Ἕκτορος καὶ Αἴαντος ἐν τοῖς ἑξῆς τοῦτο οὐ γίνεται. ἴδιος γάρ ἐστιν ἐκεῖ τοῦ παθόντος ὁ κίνδυνος. πάλλουσι δὲ καὶ κλήρους ἐν κυνέῃ, ὁππότερος προαφήσει τὸ ἔγχος. φράζει δὲ ὁ ποιητὴς ἐνταῦθα οὕτω· Ἕκτωρ δὲ καὶ Ὀδυσσεύς «χῶρον μὲν πρῶτα διεμέτρεον. αὐτὰρ ἔπειτα κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος». (v. 316) Ἔστι δὲ κλῆρος, ὡς καὶ ἐν τοῖς ἑξῆς φανήσεται, σημεῖον, ὅ τις ἐμβαλεῖ τῷ ἀγγείῳ τοῦ λαχμοῦ, ψηφὶς τυχὸν ἢ δακτύλιος ἢ βῶλος ἀρούρης