Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.658
Not analysed yet
κατὰ Σοφοκλῆν ἤ τι τοιοῦτον, τὸ δ' αὐτὸ καὶ πάλος λέγεται. ἀλλὰ τοῦτο μὲν παρὰ τὸ πάλλω, τὸ κινῶ, κλῆρος δὲ ἀπὸ τοῦ τέλους τῆς κινήσεως παρὰ τὸ κλῶ, τὸ καλῶ, δι' οὗ ἐκπηδήσαντος καλεῖταί τις εἰς ἔργον, ἢ μᾶλλον ἀπὸ τοῦ κᾶλον, τὸ ξύλον, κατὰ Ἡρωδιανόν, ὡς ξύλων μάλιστα πάλλεσθαι διδομένων ἐν τοῖς τοιούτοις. χρῆσις δὲ τοῦ ῥηθέντος πάλλειν καὶ τοῦ κατ' αὐτὸν κλήρου καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «οἱ τεταγμένοι βραβεῖς κλήροις ἔπηλαν». Ἰστέον δέ, ὅτι ὁ μὲν κλῆρος καὶ πάλος λέγεται κατὰ πολυωνυμίαν, τοῦ δὲ πάλλειν ῥήματος οὐκ ἔστι καιριωτέρα λέξις ὡς ἐν ποιήσει. παρὰ δὲ τοῖς ὕστερον ἀπὸ τοῦ κλήρου καὶ τὸ κληροῦν καὶ τὸ κληροῦσθαι λέγεται. Εὐριπίδης δὲ ἐν μὲν Φοινίσσαις καὶ μαντικάς τινας ψήφους κλήρους καλεῖ, ἅς, φασί, δέλτοις παρεσημειοῦντο ἔν τε πτήσεσιν ὀρνίθων καὶ λοιποῖς. ἐκεῖ δὲ οἱ παλαιοὶ κλήρους νοοῦσι καὶ τοὺς ὑπὲρ μαντείας μισθούς. ἐν δὲ τῷ «δέλτος κλήρους οὐ δεδεγμένη» κλήρους, φασί, λέγει ἢ τὰς μαντείας ἢ σημεῖά τινα διδόμενα τῷ μάντει, ἐξ ὧν ὁρμώμενος προεφήτευε. Δῆλον δὲ καί, ὡς ἐκ μὲν τοῦ καθ' Ὅμηρον κλήρου καὶ ἡ κατὰ βίον λαχοῦσά τινι περιουσία κλῆρος λέγεται μεταφορικῶς καὶ ἡ ῥητορικὴ δὲ ἀποκλήρωσις ἐκεῖθεν εἴληπται. ἐκ δὲ τοῦ πάλου ἐρρέθη ὁ ἀντίπαλος, ὃς οὐ μόνον δηλοῖ τὸν ἐξ ἐναντίου πάλου ἐρίζοντα, ἀλλά ποτε καὶ τὸν σαφῶς οὕτω λεγόμενον ἰσοπαλῆ. (v. 318) Ὅτι τὸ «λαοὶ δ' ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον» ἀμφιβολίας ἐστὶ σχῆμα εἰς μίαν ἀφορώσης ἔννοιαν. εἴτε γὰρ εἴποι τις θεοῖσι τρισυλλάβως εἴτε δισυλλάβως θεοῖς, εἶτα ἐπάγει «ἰδὲ χεῖρας ἀνέσχον», ἡ αὐτή ἐστιν ἔννοια. δῆλον δέ, ὡς καὶ προεγράφη, ὅτι οὐ μόνον ἐπὶ ἀνατάσεως χειρῶν τὸ ἀνασχεῖν, ἀλλὰ καὶ ἐπὶ ἀνατολῆς ἡλίου. τὸ μέντοι ἐξανίσχειν ἐπὶ μόνου ἡλίου λέγεται καὶ τὸ ὑπερῆρθαι δὲ εἰς ὕψος ἐντεῦθεν ἐξανέχειν φαμέν. (v. 321—3) Ὅτι ἀρὰ κατὰ ἀρχεκάκου τὸ «ὁππότερος τάδε ἔργα μετ' ἀμφοτέροισιν ἔθηκε, τόν, θεέ, δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω, ἡμῖν δ' αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι». Τρῶες δὲ κατ' Ἀλεξάνδρου ταῦτά