Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.659
Not analysed yet
φασιν. ὅρα δέ, ὡς εὐπαίδευτος ὁ τοῦ λαοῦ λόγος ἐν τῷ «ὁππότερος τάδε ἔργα ἔθηκεν». εὐφήμως γὰρ ἔργα λέγει τὰ πολλὰ κακά, ὧν αἴτιος ὁ Ἀλέξανδρος, οὐ μὴν ὁ Μενέλαος. ὡς γὰρ προείρηται, ὁ μὲν Ἀλέξανδρος ἦρξεν, ὁ δὲ Μενέλαος ἔριν σχὼν ἠμύνατο. καί πώς ἐστι τὸ ῥηθὲν ὅμοιον τῷ «μυρί' Ἀχαιοῖς ἄλγεα ἔθηκε». (v. 322) Τὸ δέ «ἀποφθίμενον δῦναι εἰς Ἅιδην» πρὸς διαστολὴν εἴρηται τῶν δίχα φθορᾶς μυθευομένων δῦναι εἰς Ἅιδου, ὁποῖος ὁ Πειρίθους καὶ ὁ Ὀδυσσεὺς καὶ ὁ Ἡρακλῆς. [συγκέκοπται δὲ τὸ ἀποφθίμενον Αἰολικῶς, τὸ γὰρ ἐντελὲς ἀποφθιόμενον ἐκ τοῦ φθίω.] (v. 324 s.) Ὅτι ἔπαλλε τοὺς κλήρους ὁ Ἕκτωρ ἄψ, ἤγουν ὀπίσω, ὁρῶν, ἵνα μὴ δόξῃ κακουργῆσαί τι. καὶ ὅμως εὐτυχῶς Πάριος θοῶς ἐκ κλῆρος ὄρουσεν, ἤγουν ταχὺ ἐξέθορε. καὶ τὰ μὲν τῆς τύχης ἐνταῦθα φιλοτίμως ἔχει τῷ ἅρπαγι, ὑπερτερήσει δὲ ἀρετῇ ὁ ἀγαθὸς Μενέλαος. (v. 327) Ὅτι ἐν τῷ «ἔνθα ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεα ἔκειτο» ἐξ ἀναλόγου νοητέον ἐν τῷ «ἵπποι» τὸ ἵσταντο. οὐ γὰρ ἔκειντο καὶ οἱ ἵπποι. πολλὰ δὲ τοιαῦτα σχήματα παρὰ τῷ ποιητῇ, ὁποῖον σὺν ἄλλοις καὶ τὸ «σῖτον καὶ οἶνον ἔδοντες». ἐκ τοῦ ἀναλόγου γάρ, ὥσπερ σῖτον ἔδοντες, οὕτω νοητέον καὶ οἶνον πίνοντες. τινὲς δὲ φιλοσοφώτερον ἐπιβάλλοντες ἐν τῷ ἔκειντο νοοῦσι καὶ τὸ ἵσταντο. κεῖσθαι γὰρ γενικῶς καὶ τὸ ἵστασθαι. τινὲς δὲ στίξαντες εἰς τὸ «ἵπποι ἀερσίποδες», κατὰ ἔλλειψιν τοῦ ἦσαν, ἐπάγουσι «καὶ ποικίλα τεύχεα ἔκειτο». ἀερσίποδες δὲ οἱ λίαν ταχεῖς καὶ ὠκύποδες ἢ ἀελλόποδες καί, ὡς εἰπεῖν, κουφόποδες ἐκ τοῦ ἀείρω ἀέρσω. ἀείρεσθαι δέ ἐστι τὸ εἰς ἀέρα κουφίζεσθαι, ἀφ' οὗ καὶ «ἀερσιπότητος ἀράχνης» παρὰ Ἡσιόδῳ. (v. 328) Ὅτι ὥσπερ δίφρον περικαλλέα ἔφη τὸν τοῦ Πριάμου, οὕτω καὶ τεύχεα καλὰ τὰ τοῦ Ἀλεξάνδρου, οὗ καὶ αἱ κνημῖδες καλαὶ ῥηθήσονται. δεῖ γὰρ καὶ πρὸς κάλλος ἠσκῆσθαι τὰ πολεμιστήρια ὄργανα, ὡς πολλαχοῦ δείκνυται. (v. 329—38) Ὅτι