Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.660
Not analysed yet
χαίρων ὁ ποιητὴς πραγμάτων διασκευῇ, ὡς μυριαχοῦ φαίνεται, ἤγουν τῇ κατὰ λεπτὸν ἀφηγήσει, διατυποῦται καὶ ἐνταῦθα τὴν τοῦ Πάριδος ὅπλισιν λέγων, ὅτι «δῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο, κνημῖδας μὲν πρῶτον περὶ κνήμῃσιν ἔθηκε, καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας», τοῖς καλύπτουσι δηλαδὴ τὰ σφυρά, ὁπλισάμενος πρῶτον τὰ κάτω, ἕως ἐπικύπτειν ἔχει ἐλαφροῖς τοῖς ἄνω μέρεσι. «δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν οἷο κασιγνήτοιο Λυκάονος, ἥρμοσε δ' αὐτῷ· ἀμφὶ δ' ἂρ ὤμοισι βάλετο ξίφος ἀργυρόηλον, χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε, κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν, ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· εἵλετο δ' ἄλκιμον ἔγχος, ὅ οἱ παλάμῃφιν ἀρήρει». (v. 339) Καὶ οὕτω διασκευάσας εἰς λεπτὸν τὴν τοῦ Πάριδος ὅπλισιν ἐπὶ Μενελάου πάνυ συντέμνει τὸ νόημα, ὡς ἂν μὴ ἀκαίρως τὰ αὐτὰ λεπτολογῇ, καί φησιν· «ὡς δ' αὕτως Μενέλαος ἀρήϊος ἔντε' ἔδυνε» προτιμηθέντος κἀνταῦθα τοῦ Πάριδος, ἵνα σὺν τῇ ἄλλῃ φιλοτιμίᾳ ἔχῃ καὶ τοῦτο. Καὶ σημείωσαι τὸ «Μενέλαος ἀρήϊος». τὸν Ἀλέξανδρον μὲν γὰρ δῖον προσεῖπεν ἁπλῶς οὕτω, τὸν δὲ Μενέλαον ὥσπερ πρὸ τούτου ἀρηΐφιλον, οὕτω νῦν ἀρήϊον, ἤτοι πολεμιστήν, νίκης ἐλπίδας ὑποτείνων τῷ ἀκροατῇ. Ἑλένης δὲ πόσιν τὸν δῖον Ἀλέξανδρον λέγει σκωπτικώτερον. οὐ γὰρ ἔδει τὸν δῖον τὴν ἀλλοτρίαν ἔχειν. συχνὰ δὲ τοῦτον καὶ ἐν τοῖς ἑξῆς, ὡς φανεῖται, πόσιν τῆς Ἑλένης φησίν. εἰ δέ τινα ἔχει διαφορὰν ὁ πόσις καὶ ὁ ἀνήρ, ὡς ἐν Τραχινίαις ἐμφαίνει Σοφοκλῆς, ἑτέρωθι φανήσεται. (v. 330) Κνημῖδες δὲ καὶ νῦν ὅπλον σκέπον τὰς κνήμας, ἀφ' ὧν καὶ παρονομάζονται. τούτων τὰ ἄκρα ἐπισφύρια λέγεται, ὡς τοῖς τῶν ποδῶν κάτω σφυροῖς προσαρμόζοντα. διὸ καὶ ἀργύρεα ταῦτα, ὡς καὶ αἱ κνημῖδες καλαί. καὶ ἡ ἀσπὶς δὲ φαεινὴ καὶ πολυδαίδαλος, ἤγουν ποικίλη, κατὰ τὰ ἔργα τοῦ Δαιδάλου. τινὲς δὲ ἐπισφύρια τοὺς γλυμμούς φασι τῶν σφυρῶν τοῦ ποδός, ἃ καὶ ἀργυρᾶ φησι σκώπτων, ὥς που καὶ τὴν Θέτιν φησὶν ἀργυρόπεζαν, ἵνα ἐμφήνῃ γυναικίαν τὸν Ἀλέξανδρον, ὥσπερ τὰ κατὰ ψυχήν, οὕτω καὶ κατὰ σῶμα. (v. 332) Ὁ δὲ θώραξ, ὃν ἐνδύνει ὁ Πάρις, κασιγνήτου ἦν. οἰκεῖον γὰρ οὐκ εἶχε θώρακα πρόχειρον. παρδαλέη γὰρ περιέκειτο τοῖς ὤμοις αὐτοῦ, ὅτε ἐκ Τροίας κατέβη. ἵνα δὲ μὴ δόξῃ τοῦτο αἴτιον ἥττης τῷ Πάριδι ὡς ἀπροσφυοῦς ἴσως ὄντος τοῦ θώρακος, φησί· «ἥρμοσε δ' αὐτῷ», προδεδοκιμασμένος, οἷα εἰκός, καθὰ καὶ τὸ ἔγχος ἥρμοστο αὐτοῦ τῇ παλάμῃ.