Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.661
Not analysed yet
τὸν δὲ τοῦ Λυκάονος φορεῖ θώρακα, ὅμοιος, φασίν, ὁμοίου. Ἀλέξανδρός τε γὰρ μαλακὸς εἰς μάχην καὶ Λυκάων δὲ ἐν τοῖς ἑξῆς ἱστορηθήσεται εἰς πόνους εὐένδοτος. (v. 334) Τὸ ξίφος δὲ ἀμφὶ τοῖς ὤμοις βάλλεται κατὰ ἀρχαϊσμόν. οὔπω γὰρ ἦν ἔθος αὐτὸ περιζώνυσθαι. ἔνθα καὶ ὅρα καί, ὅτι θώρακα δύνειν καὶ ἔντεα δύνειν λέγει, ξίφος δὲ ἀμφιβαλέσθαι, ὥσπερ καὶ σάκος. (v. 335) Τὸ δὲ σάκος μέγα καὶ στιβαρὸν λέγει, ὡς ἂν ὁ Μενέλαος γενναῖος εἶναι δόξῃ, ὅτε τὸ δόρυ διελάσει αὐτοῦ. [(v. 336) Τὸ δέ «κρατὶ δ' ἐπ' ἰφθίμῳ» Ἀττικῶς δοκεῖ λεχθῆναι. κοινῶς γὰρ ἰφθίμῃ ὤφειλεν εἶναι. τοιοῦτον δὲ ἦν καὶ τὸ «ψυχὰς ἰφθίμους». δύναται δὲ καὶ τριβὴν ἔχειν λόγου, ὁποίαν ἐν Ὀδυσσείᾳ τὸ «σῷ κράατι τίσεις».] Τὸ δὲ κυνέη χρήσεως παλαιᾶς ἐστιν ὄνομα. ὡς γὰρ ἐν τῷ παρδαλέη, λεοντέη, λυκέη, ἐλλείπει τὸ δορά, οὕτω καὶ ἐν τῷ κυνέη. δηλοῖ γὰρ κυνέην δοράν, ἤγουν κυνὸς ποταμίου, σκέπουσαν τὰς κεφαλὰς τοῖς παλαιοῖς. ὕστερον δὲ ἡ μὲν τοιαύτη ὕλη τοῦ σκεπάσματος ἠμελήθη, τὸ δ' ὄνομα οὐκ ἐκλέλοιπεν, ἀλλὰ καὶ τὸ ἐξ ἄλλης ὕλης ἔρυμα τῆς κεφαλῆς κυνέη καλεῖται διὰ τὴν παλαιὰν χρῆσιν, καθ' ἣν καὶ ἡ τοῦ Ἄϊδος περικεφαλαία κυνέη λέγεται. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ ἐκ σιδήρου ὅπλα χάλκεά φαμεν διὰ τὸ ἀρχαῖον. ἦν γὰρ ὅτε χαλκὸς βαπτόμενος ἐστομοῦτο πρὸς ὅπλα. καὶ ὁ πίναξ δὲ ἐπὶ βιβλίου καὶ τὸ πυξίον παλαιᾶς εἰσιν ἐγκαταλείμματα χρήσεως. πάλαι γάρ ποτε πίναξιν ἤτοι σανίσι, καὶ ταύταις ἐκ πύξου μάλιστα, τὰ γράμματα ἐνεκόλαπτον. καὶ τὸ γράφειν δὲ παλαιᾶς ἐνεργείας ὄνομα. ξυσμαῖς γάρ τισιν ἐτυποῦντο τὰ στοιχεῖα, τὸ δὲ ξύειν γράφειν ἐλέγετο. καὶ τὸ σπαρτίον δὲ καὶ τὸ σχοινίον, ὡς καὶ προεγράφη, ἐκ παλαιοῦ ἔργου κρατεῖ λέγεσθαι, παρώνυμα ὄντα φυτοῖς ἐξ ὧν ἐγίνοντο, [ἤγουν τῇ φυομένῃ σχοίνῳ ἐν τόποις ὑγροῖς καὶ τῇ σπάρτῳ, ἐξ ἧς