Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.662
Not analysed yet
παρέφθαρται χυδαϊζόμενον τὸ πλεκτὸν σπαρτίον, ὃ σωμάτων ῥύπους ἐκτρίβει ἐν λοετροῖς.] καὶ ἡ νευρὰ δὲ τμῆμα μέν ἐστι δέρματος βοὸς ἄρτι ἐν τοῖς τόξοις. διότι δέ ποτε νεῦρα βόεια συνεκρότουν αὐτήν, παρέμεινε μέχρι καὶ νῦν τὸ τῆς κλήσεως. καὶ τὸ κερᾶν δὲ παλαιᾶς οἰνοχοείας τῆς διὰ κέρατος ὄνομα τοῖς ὕστερον συμποσίοις παρέμεινε. τοιοῦτόν τι, ὡς προεδηλώθη, καὶ ὁ ὀβολός, εἰς ὀξὺ λήγων παρὰ τοῖς ἀρχαίοις κατὰ τοὺς ὀβελούς, κἂν νῦν μικροῦ δεῖν ὡς εἰς ἐπίπεδόν τι κατήνεκται. ἀλλὰ καὶ ἡ δραχμή, τουτέστιν οἱ ἓξ ὀβολοί, ἐξ ἀρχαίας χρήσεως, ὡς καὶ αὐτὸ προείρηται, ἔτυχε τοιαύτης κλήσεως. τοσούτων γὰρ ὀβολῶν εἶχε τότε ἡ χεὶρ ἐπιδράττεσθαι, ὡς ἱστορεῖ καὶ Πλούταρχος. καὶ λίνον δὲ τὴν χορδὴν λέγειν ἐκ τῶν ἀνέκαθεν εἰς τοὺς ὕστερον καθήκει. πάλαι γάρ ποτε δοκεῖ λινέας εἶναι τὰς μουσικὰς χορδάς, ὡς καὶ ὁ αἴλινος ὑποδηλοῖ. [καὶ ἡ βίβλος δὲ ἀρχαιοτροπίαν δηλοῖ παλαιγόνου πράγματος. ἐγίνετο γάρ ποτε τὰ τῶν χαρταρίων σώματα ἐκ φυτοῦ, ὅ, καθὰ καὶ ἀλλαχοῦ δεδήλωται, βύβλος ἐλέγετο.] καὶ τὸ τῆς δέλτου δὲ ὄνομα ὁμοίως ἄνωθεν κατέβη ἀπὸ τῶν δελτωτῶν βιβλίων εἴτ' οὖν ἐκ τῶν κατὰ δέλτα πτυσσομένων γραφῶν, αἳ κυρίως δέλτοι καλούμεναι ἀφῆκαν τοῖς ὕστερον βιβλίοις κληρονομῆσαι τοιαύτης κλήσεως. Τὸ δὲ εὔτυκτον γίνεται μὲν ἐκ τοῦ τεύχω, ἀπέβαλε δὲ τὸ ε διὰ εὐφωνίαν, ὥσπερ καὶ ἡ κύστις ἐκ τοῦ κεύθω οὖσα καὶ ἐκ τοῦ πεύθω ἡ πύστις, ὅ ἐστιν ἡ μάθησις. οὕτω καὶ τὸ νευστάζειν νυστάζειν φαμὲν καὶ τὸ ἐτεύχθη ἐτύχθη. καὶ ἡ τέχνη δὲ ὁμοίως καὶ ὁ τέκτων ἀπέβαλον τὸ υ ἐκ τοῦ τεύχω γενόμενα. (v. 337) Ἵππουρις δὲ ἡ ἄνω ἔχουσα περὶ τὸν λόφον τρίχας ἐξ ἵππων οὐρᾶς, ὅπερ ἐγίνετο διὰ τὸ φοβερώτερον. διό φησιν ὁ ποιητής, ὅτι «δεινὸν δὲ λόφος καθύπερθεν ἔνευε». φοβερώτερον γὰρ τὸν ὁπλίτην ἡ τοιαύτη ἐποίει, ὥς που δηλώσει καὶ τὸ τοῦ Ἕκτορος βρέφος ταρβῆσαν χαλκὸν καὶ λόφον ἱππιοχαίτην δεινὸν ἐπ' ἀκροτάτης